Page images
PDF
EPUB

ποδισμοῦ χάριν. ἃ δ ̓ ἂν λάβωσιν ἐπίλυτρα ποιοῦσι ῥᾳδίως, μετὰ τοὺς ἀνάπλους μηνύοντες τοῖς ἀπολέσασιν. ἐν μὲν οὖν τοῖς δυναστευομένοις τόποις ἐστί τις βοήθεια ἐκ τῶν ἡγεμόνων τοῖς ἀδικουμένοις· ἀντεπιτίθενται γὰρ πολλάκις καὶ κα τάγουσιν αὐτάνδρους τὰς καμάρας· ἡ δ ̓ ὑπὸ Ῥωμαίοις ἀβοη- 5 θητοτέρα ἐστὶ διὰ τὴν ὀλιγωρίαν τῶν πεμπομένων.

13. Τοιοῦτος μὲν ὁ τούτων βίος· δυναστεύονται δὲ καὶ οὗτοι ὑπὸ τῶν καλουμένων Σκηπτούχων· καὶ αὐτοὶ δὲ οὗτοι ὑπὸ τυράννοις ἢ βασιλεῦσίν εἰσιν. οἱ γοῦν Ἡνίοχοι τέτταρας εἶχον βασιλέας, ἡνίκα Μιθριδάτης ὁ Εὐπάτωρ, φεύγων ἐκ τῆς 10 προγονικῆς εἰς Βόσπορον, διῄει τὴν χώραν αὐτῶν· καὶ αὕτη μὲν ἦν πορεύσιμος αὐτῷ, τῆς δὲ τῶν Ζυγίων ἀπογνοὺς διά τε δυσχερείας καὶ ἀγριότητας τῇ παραλίᾳ χαλεπῶς ᾔει, τὰ πολλὰ ἐμβαίνων ἐπὶ τὴν θάλατταν, ἕως ἐπὶ τὴν τῶν Ἀχαιῶν ἧκε· καὶ προσλαβόντων τούτων ἐξετέλεσε τὴν ὁδὸν τὴν ἐκ Φά- 15 σιδος, οὐ πολὺ τῶν τετρακισχιλίων λείπουσαν σταδίων.

Τ

14. Εὐθὺς δ ̓ οὖν ἀπὸ τῆς Κοροκονδάμης πρὸς ἕω μὲν ὁ πλοῦς ἐστιν. ἐν δὲ σταδίοις ἑκατὸν ὀγδοήκοντα ὁ Σινδικός ἐστι λιμὴν καὶ πόλις, εἶτα ἐν τετρακοσίοις τὰ καλούμενα Βατά, κώμη καὶ λιμήν, καθ ̓ ὃ μάλιστα ἀντικεῖσθαι δοκεῖ πρὸς νό- 20 τον ἡ Σινώπη ταύτῃ τῇ παραλίᾳ, καθάπερ ἡ Καραμβις εἴρηΑ. 760 ται τοῦ Κριοῦ μετώπῳ· ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν, ὑφόρμους ἔχουσαν καὶ κώμας, ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα· εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων, εἶτα τὴν τῶν Ἡνιό- 25 χων χιλίων, εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν τριακοσίων ἑξήC. 497 κοντα μέχρι Διοσκουριάδος. οἱ δὲ τὰ Μιθριδατικά συγγράψαντες, οἷς μᾶλλον προσεκτέον, Ἀχαιοὺς λέγουσι πρώτους,

1. ποιοῦνται edd.

[ocr errors]

2. A voce ἀνάπλους alia manus incipit in D.

4. κατάγουσιν] καταποντίζουσιν χ. 11. γῆς post προγονικῆς add. Cor.
12. avrov w.
Ζυγών Cor., atque ita hoc nomen scribitur constanter
in reliquis Strabonis locis, ubi commemoratur, et ap. Steph. s. v., qui
Strabonem ipsum affert testem: Ζύγιοι lamen appellantur etiam a Dionys.
Perieg. v. 687. 13. δυσχωρίας Cor. ἀγριότητος or.
17. δ' om.

Clo edd.

19. ἡ καλουμένη π.

εἶτα om. L.

22. τοῦ] τῷ iloxus edd.

24.

εἶτα Ζυγούς, εἶτα Ηνιόχους, εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κόλχους καὶ τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον. κατ ̓ ἀρχὰς μὲν οὖν ἡ παραλία, καθάπερ εἶπον, ἐπὶ τὴν ἕω τείνει καὶ βλέπει πρὸς 5 νότον, ἀπὸ δὲ τῶν Βατῶν ἐπιστροφὴν λαμβάνει κατὰ μικρόν, εἶτ ̓ ἀντιπρόσωπος γίνεται τῇ δύσει καὶ τελευτῇ πρὸς τὸν Πιτυοῦντα καὶ τὴν Διοσκουριάδα· ταῦτα γὰρ τὰ χωρία τῆς Κολχίδος συνάπτει τῇ λεχθείσῃ παραλίᾳ. μετὰ δὲ τὴν Διοσκου ριάδα ἡ λοιπὴ τῆς Κολχίδος ἐστὶ παραλία καὶ ἡ συνεχὴς Τρα10 πεζούς, καμπὴν ἀξιόλογον ποιήσασα· εἶτα εἰς εὐθεῖαν ταθεῖσά πως πλευρὰν τὴν τὰ δεξιὰ τοῦ Πόντου ποιοῦσαν, τὰ βλέποντα πρὸς ἄρκτον. ἅπασα δ ̓ ἡ τῶν Ἀχαιῶν καὶ τῶν ἄλλων παραλία μέχρι Διοσκουριάδος καὶ τῶν ἐπ ̓ εὐθείας προς νότον ἐν τῇ μεσογαίᾳ τόπων ὑποπέπτωκε τῷ Καυκάσῳ.

15

15. Ἔστι δ ̓ ὄρος τοῦτο ὑπερκείμενον τοῦ πελάγους ἑκατέρου, τοῦ τε Ποντικοῦ καὶ τοῦ Κασπίου, διατειχίζον τὸν ἰσθμὸν τὸν διείργοντα αὐτά. ἀφορίζει δὲ πρὸς νότον μὲν τήν τε Ἀλβανίαν καὶ τὴν Ἰβηρίαν, πρὸς ἄρκτον δὲ τὰ τῶν Σαρματῶν πεδία· εὔδενδρον δ ̓ ἐστὶν ὕλῃ παντοδαπῇ, τῇ τε ἄλλῃ καὶ τῇ ναυπηγησίμῳ. φησὶ δ ̓ 20 Ερατοσθένης ὑπὸ τῶν ἐπιχωρίων καλεῖσθαι Κάσπιον τὸν Καύ κασον, ἴσως ἀπὸ τῶν Κασπίων παρονομασθέντα. ἀγκῶνες δέ τινες αὐτοῦ προπίπτουσιν ἐπὶ τὴν μεσημβρίαν, οἳ τήν τε Ἰβη- Α. 761 ρίαν περιλαμβάνουσι μέσην καὶ τοῖς Ἀρμενίων ὄρεσι συνάπτουσι καὶ τοῖς Μοσχικοῖς καλουμένοις, ἔτι δὲ τῷ Σκυδίσῃ καὶ 25 τῷ Παρυάδρῃ· ταῦτα δ ̓ ἐστὶ μέρη τοῦ Ταύρου πάντα, τοῦ ποιοῦντος τὸ νότιον τῆς Ἀρμενίας πλευρόν, ἀπερρωγότα πως ἐκεῖθεν πρὸς ἄρκτον καὶ προσπίπτοντα μέχρι τοῦ Καυκάσου καὶ τῆς τοῦ Εὐξείνου παραλίας, τῆς ἐπὶ Θεμίσκυραν διατεινούσης ἀπὸ τῆς Κολχίδος.

ζοντος Ι.

2. θοάνας CDhilxx ald. θοῶνας ο χοάνας τω: Tzsch. corr. ex sent. Cas. coll. p. 499. Steph. s. v. Ptolem. V, 9. Plin. H. N. VI, 4. 3. μιαρὰ ru. 10. τεθεῖσα πως πρὸς πλευρὰν τω. 16. διατειχί 18. εὔδενδρα κ. 24. σκοιδίσῃ CDhilrw σκεδέση 0%, Σκυδίσης, quod est in x, Tzsch. recepit coll. p. 527. ΧΙΙ, 548. Steph. s. v. Ἑπτακωμῆται. 28. Θεμίσκυρα CDhilrw, feminino tamen genere hoc nomen constanter et Strabo aliis locis et alii scriptores efferunt.

16. Ἡ δ ̓ οὖν Διοσκουριὰς ἐν κόλπῳ τοιούτῳ κειμένη καὶ τὸ ἑωθινώτατον σημεῖον ἐπέχουσα τοῦ σύμπαντος πελάγους, μυχός τε τοῦ Εὐξείνου λέγεται καὶ ἔσχατος πλοῦς· τό τε παρ· οιμιακώς λεχθέν

εἰς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος,

5

οὕτω δεῖ δέξασθαι, οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰάμβειον, οὐδὲ δὴ ὡς τὴν ὁμώνυμον αὐτῷ πόλιν κειμένην ἐπὶ τῷ ποταμῷ, ἀλλ ̓ ὡς τὴν Κολχίδα ἀπὸ μέρους, ἐπεὶ ἀπό γε τοῦ ποταμοῦ καὶ τῆς πόλεως οὐκ ἐλάττων ἑξακοσίων σταδίων λείπε C. 498 ται πλοῦς ἐπ ̓ εὐθείας εἰς τὸν μυχόν. ἡ δ ̓ αὐτὴ Διοσκουριάς ἐστι 10 καὶ ἀρχὴ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Κασπίας καὶ τοῦ Πόντου καὶ ἐμπόριον τῶν ὑπερκειμένων καὶ σύνεγγυς ἐθνῶν κοινόν· συνέρχεσθαι γοῦν εἰς αὐτὴν ἑβδομήκοντα, οἱ δὲ καὶ τριακόσια ἔθνη φασίν, οἷς οὐδὲν τῶν ὄντων μέλει, πάντα δὲ ἑτερόγλωττα διὰ τὸ σποράδην καὶ ἀμίκτως οἰκεῖν ὑπὸ αὐθαδείας καὶ ἀγριό- 15 τητος· Σαρμάται δ ̓ εἰσὶν οἱ πλείους, πάντες δὲ Καυκάσιοι. ταῦτα μὲν δὴ τὰ περὶ τὴν Διοσκουριάδα.

17. Καὶ ἡ λοιπὴ δὲ Κολχὶς ἐπὶ τῇ θαλάττῃ ἡ πλείων ἐστί· διαρρεῖ δ ̓ αὐτὴν ὁ Φᾶσις, μέγας ποταμὸς ἐξ Ἀρμενίας τὰς ἀρχὰς ἔχων, δεχόμενος τόν τε Γλαῦκον καὶ τὸν ἵππον, ἐκ τῶν 20 πλησίον ὁρῶν ἐκπίπτοντας· ἀναπλεῖται δὲ μέχρι Σαραπανών, ἐρύματος δυναμένου δέξασθαι καὶ πόλεως συνοικισμόν, ὅθεν πεζεύουσιν ἐπὶ τὸν Κῦρον ἡμέραις τέτταρσι δι ̓ ἁμαξιτοῦ. ἐπί

[ocr errors]
[ocr errors]

10. εἰς

3. τό γε CDhilrux τότε οκ τὸ γὰρ edd. 5. φάσιν, sed acuto sec. m. in cireumflexum mut., D. 6. Verba οὕτω δεῖ δέξασθαι ante versum leguntur in codd, Cor. transposuit. 6. ἰάμβιον CDhir. 7. δὴ aster. inclusit Cor. κειμένη Dh. ἐπὶ τὸν ποταμὸν C. τὸν μυχὸν ἐπ ̓ εὐθείας 0%. 11. θαλάσσης post Κασπίας add. rw. 12. ἐμπορεῖον codd. edd. 13. τριακοσίων CDhil τριάκοντα τ. 14. μέλλει lorw. Ceterum quo referenda sint haec verba non plane liquet: alii enim ad vn referentes varie explicaverunt, parum feliciter omnes; nec probabiles sunt coniecturae a nonnullis prolatae, velut μέτεστι pro μέλει (Gas.), ἄλλων pro ὄντων (Grosk.): alii rectius, ut opinor, ad of dè rettulerunt. Sed cum incommodissime collocata esse fatendum sit, post ipsa illa verba transferenda censeo, quo facto optime procedet oratio. 19. φάσις codd. 23. κύρον codd. edd.

κειται δὲ τῷ Φάσιδι ὁμώνυμος πόλις, ἐμπόριον τῶν Κόλχων, Α. 762 τῇ μὲν προβεβλημένη τὸν ποταμόν, τῇ δὲ λίμνην, τῇ δὲ τὴν θά λατταν. ἐντεῦθεν δὲ πλοῦς ἐπ ̓ Ἀμισοῦ καὶ Σινώπης τριῶν ἡμερῶν ἢ δύο διὰ τὸ τοὺς αἰγιαλοὺς μαλακοὺς εἶναι καὶ τὰς 5 τῶν ποταμῶν ἐκβολάς. ἀγαθὴ δ ̓ ἐστὶν ἡ χώρα καὶ καρποῖς πλὴν τοῦ μέλιτος (πικρίζει γὰρ τὸ πλέον) καὶ τοῖς πρὸς ναυ πηγίαν πᾶσι· † πολλήν τε γὰρ καὶ φύει καὶ ποταμοῖς κατακο μίζει, λινόν τε ποιεῖ πολὺ καὶ κάνναβιν καὶ κηρὸν καὶ πίτταν. ἡ δὲ λινουργία καὶ τεθρύληται· καὶ γὰρ εἰς τοὺς ἔξω τόπους 10 ἐπεκόμιζον, καί τινες βουλόμενοι συγγένειάν τινα τοῖς Κόλχοις πρὸς τοὺς Αἰγυπτίους ἐμφανίζειν ἀπὸ τούτων πιστοῦνται. ὑπέρκειται δὲ τῶν λεχθέντων ποταμῶν ἐν τῇ Μοσχικῇ τὸ τῆς Λευκοθέας ἱερόν, Φρίξου ἵδρυμα, καὶ μαντεῖον ἐκείνου, ὅπου κριὸς οὐ θύεται, πλούσιόν ποτε ὑπάρξαν, συληθὲν δὲ ὑπὸ Φαρ 15 νάκου καθ ̓ ἡμᾶς, καὶ μικρὸν ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Περγαμηνοῦ. κακωθείσης γὰρ χώρας,

νοσεῖ τὰ τῶν θεῶν, οὐδὲ τιμᾶσθαι θέλει,

φησὶν Εὐριπίδης.

18. Τὸ μὲν γὰρ παλαιὸν ὅσην ἐπιφάνειαν ἔσχεν ἡ χώρα 20 αὕτη, δηλοῦσιν οἱ μῦθοι, τὴν Ἰάσονος στρατείαν αἰνιττόμενοι προελθόντος μέχρι καὶ Μηδίας, ἔτι δὲ πρότερον τὴν Φρίξου

1. ἐμπορεῖον codd. edd. 2. την om. ald. 3. Numeros τριῶν ἢ δύο iure corruptos iudicant Gossell. et Grosk., cum ipso Strabone teste (v. XII, 547. 548) maior sit Amet Sinopes distantia a Phaside, quam quae trium aut duorum dierum navigatione percurratur: nec improbabilis est Gossellini coniectura, notas à et B corruptas esse ex H et ✪, quoniam haud facilem in his partibus fuisse navigationem ex iis, quae subiiciuntur, liquido apparet (v. de his computationibus Ukert. Geogr. d. Griechen etc. I, 2, 57). 4. διὰ ante τὰς iterandum censet Cas., quo parum iuvamur: valde contra arridet quod Coraes coniecit κατὰ pro καὶ, non minus ipsa verborum structura quam iis quae I, 52 de his partibus traduntur commendatum. 6. του om. 0%. 7. τε om. 0% Cor., qui eius loco inseruit viny: atque hanc vocem excidisse luce est clarius, sed Corais scriptura non est probanda. Videtur scriptum fuisse πολλήν τε γὰρ ὕλην κτλ. και ante φύει om. 2. ποταμοὺς CDorw. θρύλληται C(?) edd. 10. ἀπεκόμιζον Cor. constanter. 14. κρυός Ο. 21. μηδείας Ch.

9. τε

13. φρύξου r et sic

μετὰ δὲ ταῦτα διαδεξάμενοι βασιλεῖς εἰς σκηπτουχίας διῃρημέ την ἔχοντες τὴν χώραν μέσως ἔπραττον· αὐξηθέντος δὲ ἐπὶ

πολὺ Μιθριδάτου τοῦ Εὐπάτορος, εἰς ἐκεῖνον ἡ χώρα περιέστη C. 499 ἐπέμπετο δ ̓ ἀεί τις τῶν φίλων ὕπαρχος καὶ διοικητὴς τῆς χώρας. τούτων δὲ ἦν καὶ Μοαφέρνης, ὁ τῆς μητρὸς ἡμῶν θεῖος 5 πρὸς πατρός· ἦν δ ̓ ἔνθεν ἡ πλείστη τῷ βασιλεῖ πρὸς τὰς ναυτικὰς δυνάμεις ὑπουργία. καταλυθέντος δὲ Μιθριδάτου, συγκατελύθη καὶ ἡ ὑπ ̓ αὐτῷ πᾶσα καὶ διενεμήθη πολλοῖς· ὕστατα δὲ Πολέμων ἔσχε τὴν Κολχίδα, κἀκείνου τελευτήσαντος ἡ γυνὴ Πυθοδωρὶς κρατεῖ, βασιλεύουσα καὶ Κόλχων καὶ Τραπεζοῦν- 10 Α. 763 τος καὶ Φαρνακίας καὶ τῶν ὑπερκειμένων βαρβάρων, περὶ ὧν ἐροῦμεν ἐν τοῖς ὕστερον. ἡ δ ̓ οὖν Μοσχική, ἐν ᾗ τὸ ἱερόν, τριμερής ἐστι· τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι, τὸ δὲ Ἴβηρες, τὸ δὲ Ἀρμένιοι. ἔστι δὲ καὶ πολίχνιον ἐν τῇ Ἰβηρία, Φρί ξου πόλις, ἡ νῦν Ἰδήεσσα, εὐερκὲς χωρίον, ἐν μεθορίοις τῆς 15 Κολχίδος. περὶ [δὲ] τὴν Διοσκουριάδα ῥεῖ ὁ Χάρης ποταμός.

с

19. Τῶν δὲ συνερχομένων ἐθνῶν εἰς τὴν Διοσκουριάδα καὶ οἱ Φθειροφάγοι εἰσίν, ἀπὸ τοῦ αὐχμοῦ καὶ τοῦ πίνου λαβόντες τοὔνομα. πλησίον δὲ καὶ οἱ Σοάνες, οὐδὲν βελτίους τούτων τῷ πίνῳ, δυνάμει δὲ βελτίους, σχεδὸν δέ τι καὶ κρά- 20 τιστοι κατὰ ἀλκὴν καὶ δύναμιν· δυναστεύουσι γοῦν τῶν κύκλῳ, τὰ ἄκρα τοῦ Καυκάσου κατέχοντες τὰ ὑπὲρ τῆς Διοσκουριάδος· βασιλέα δ ̓ ἔχουσι καὶ συνέδριον ἀνδρῶν τριακοσίων, συνάγουσι δ', ώς φασι, στρατιὰν καὶ εἴκοσι μυριάδων· ἅπαν γάρ ἐστι τὸ πλῆθος μάχιμον, οὐ συντεταγμένον· παρὰ τούτοις δὲ 25 λέγεται καὶ χρυσὸν καταφέρειν τοὺς χειμάρρους, ὑποδέχεσθαι

16. δε om.

4. δ ̓ ἀεί] δὲ καί τω. 15. δὲ post ἐν add. os. codd. exc. rw, ex quibus rec. Cas. ῥιοχάρης CDhi (in hoc καὶ praemissum) lxx ριοχάρος ald. ῥεῖ ὁ χάρις rw edd. inde a Cas.: sed cum de hoc flumine aliunde nihil constet, optimos codices sequi maluimus. 18. αὐχμοῦ] ρύπου ald. - τοῦ πίνου] τῆς πείνης τ τῆς πείνας χ nomen a sordibus et fame datum Guar. 19. Θοάνες habet Eust. ad Dion. Perieg. v. 689 (cf. ad p. 497). 20. τῷ πίνῳ om. xy. 21. τῶν] τῷ Dhlours τὰ C, Cas. corr. 24. στρατείαν codd. (στρατίαν i): Cor. corr. Corai: probabilius δὲ post συντεταγμένον addendum censet Grosk.

22. κατέχοντος Μ. 25. οὐ suspectum est

« PreviousContinue »