Page images
PDF
EPUB

A. 751

φυσικοῖς τισιν ὅροις τοῦ σαφούς χάριν. ὅπερ οὖν Ερατοσθέ νης ἐφ ̓ ὅλης τῆς οἰκουμένης ἐποίησε, τοῦθ ̓ ἡμῖν ἐπὶ τῆς Ἀσίας ποιητέον.

2. Ὁ γὰρ Ταῦρος μέσην πως διέζωκε ταύτην τὴν ἤπειρον, ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τεταμένος, τὸ μὲν αὐτῆς ἀπολεί- 5 πων πρὸς βορρᾶν, τὸ δὲ μεσημβρινόν. καλοῦσι δὲ αὐτῶν οἱ Ἕλληνες τὸ μὲν ἐντὸς τοῦ Ταύρου, τὸ δὲ ἐκτός. εἴρηται δὲ ταῦθ ̓ ἡμῖν καὶ πρότερον, ἀλλ ̓ εἰρήσθω καὶ νῦν ὑπομνήσεως χάριν.

3. Πλάτος μὲν οὖν ἔχει τὸ ὄρος πολλαχοῦ καὶ τρισχιλίων 10 σταδίων, μῆκος δ ̓ ὅσον καὶ τὸ τῆς Ἀσίας, τεττάρων που μυ ριάδων καὶ πεντακισχιλίων, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς καὶ Σκυθίας πρὸς τὰς ἀνατολάς.

4. Διῄρηται δ ̓ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα. ἐπεὶ δ ̓ ἐν τῷ το- 15 σούτῳ πλάτει τοῦ ὄρους ἀπολαμβάνεται τινα ἔθνη, τὰ μὲν C. 491 ἀσημότερα, τὰ δὲ καὶ παντελῶς γνώριμα (καθάπερ ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι), τὰ μὲν πλεονάζοντα τοῖς προσβόροις μέ ρεσιν ἐνταῦθα τακτέον, τὰ δ ̓ ἐν τοῖς νοτίοις εἰς τὰ νότια, και 20 τὰ ἐν μέσῳ δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον· ψυχροί γάρ εἰσιν, οἱ δὲ νό

[ocr errors]

5.

4. μέσος D, sed os erasum et ην sec. m. in litura scriptum. ἑσπερίας CDghlovw ald. ἑσπέρας praeter ux habet etiam Eust. ad Dion. v. 647: cf. p. 474. – τετμημένος Cglouvus ald. τετραμένος Eust. 1. c.: cf. II, 69. 11. ὅσον ἀπὸ τῆς CDghlvas, sed in g eraso a syllaba πò in τὸ mutata est; ὅσον τὸ oruw ὅσον γε τὸ i: verum servavit Epit., unde rec. Xyl, (AIIO ortum ex AITO). 19. πλεονά ζοντα] πλησιάζοντα hi, idem verbum sec. m. inter versus add. in D: praeterea ibidem aliud verbum additum fuerat, nunc semideletum, cuius cum literae λαζ hodieque extent, πελάζοντα scriptum fuisse suspiceris. Inde coniecturas has esse facile intelligitur, atque insolentius sane πλεονάζειν h. 1. est usurpatum: πλησιάζοντα Χyl. itidem proposuit, quod nescio an verum sit; quod si recipiatur, v in proximis deleatur oportebit. Grosk. contra πλεονάζοντα defendens ἐν ante τοῖς προσβόροις μέρεσι addendum censet. προσβορείοις ω προσβόρροις D (ex corr. m) h edd. 20. ὁμοίως post νότια add. χ.

sec

τιοι θερμοί. καὶ τῶν ποταμῶν δὲ αἱ φύσεις ἐνθένδε οὖσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία, αἱ μὲν εἰς τὰ βόρεια, αἱ δ ̓ εἰς τὰ νότια μέρη (τά γε πρῶτα, καν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς ἢ δύσεις), ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρε 5 σιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας· καθάπερ καὶ ἡ θάλαττα ἡ ἐντὸς Στηλῶν, ἐπ ̓ εὐθείας πως οὖσα ἡ πλείστη τοῖς ὄρεσι τούτοις, ἐπιτηδεία γεγένηται πρὸς τὸ δύο ποιεῖν ἠπείρους, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, ὅριον Α. 752 ἀμφοῖν οὖσα ἀξιόλογον.

10

5. Τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῇ γεωγραφίᾳ τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο δι αιρέσεως· ὥστε ἀπὸ τούτων ἀρκτέον. αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν, ὅνπερ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα. ἔστι δὲ ταῦτα τρόπον τινὰ χερρονησίζοντα· 15 περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῷ ποταμῷ τῷ Τανάιδι καὶ τῇ Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς τοῦ Εὐξείνου παραλίας, τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῷ Ωκεανῷ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕωθεν δὲ αὐτῇ ταύτῃ τῇ θαλάττῃ μέχρι τῶν μεθορίων τῆς τε 20 Αλβανίας καὶ τῆς Ἀρμενίας, καθ ̓ ἃ ὁ Κῦρος καὶ ὁ Ἀράξης ἐκδιδοῦσι ποταμοί, ῥέοντες ὁ μὲν διὰ τῆς Ἀρμενίας, Κῦρος δὲ διὰ τῆς Ἰβηρίας καὶ τῆς Ἀλβανίας· ἐκ νότου δὲ τῇ ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος, ὅσον τρισχιλίων οὔσῃ σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν, δι ̓ Ἀλβανῶν καὶ Ἰβή

1. λοῦσαι coni. Cor.

3. γε] τε codd., exc. D (in hoc τ sec. r.
διαίρεσιν om. g.
αὐτ

mut. in γ) h. ἐπιστρέφονται C.

[ocr errors]

5. δρίοις

[ocr errors]

9. οὖσαν codd., exc. D (in hoc οὖσαν sec. m. in οὖσα mut.) h.
τὴν ante αξιόλογον add. χ. 10. ἐπὶ] ἀπὸ C. 11. βοράν π.
14. χερρονησιάζοντα lo (?) edd. 15. τῷ ante Τανάιδι om. h. 16.
καὶ τῇ Μαιώτιδι om. Dhi.
17. τελευταίας rw. 20. και ante ὁ
Κῦρος add. ws. Κύρος Tzsch. Cor., ut distinguatur flumen a rege:
alterum tenorem codd. praebere solent. 21. ἐκδίδωσι (ἐνδίδωσι κ)
ποταμὸς ῥέων codd., exc. xy, in quibus legitur ἐκβάλλουσι ποταμοὶ ῥέ
οντες, quod rec. Cor.: ac pluralem a Strabone scriptum fuisse pro certo
habeo et ipse.
22. τῇ] ἡ codd., uti paulo post οὖσα: Cor. corr.

23. ὅσων D.

ρων, ὥστε ἰσθμοῦ λόγον ἔχειν. οἱ δ ̓ ἐπὶ τοσοῦτον συναγαγόν
τες τὸν ἰσθμόν, ἐφ ̓ ὅσον Κλείταρχος, ἐπίκλυστον φήσας ἐξ
ἑκατέρου τοῦ πελάγους, οὐδ ̓ ἂν λόγου ἀξιοῖντο. Ποσειδώνιος
δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν, ὅσον καὶ τὸν
ἀπὸ Πηλουσίου ἰσθμὸν ἐς τὴν Ἐρυθράν· δοκῶ δέ, φησί, μὴ 5
πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν Ὠκεανόν.

6. Οὐκ οἶδα δέ, πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῷ πιστεύσειε, μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν

φανερῶν οὕτω παραλόγως λέγῃ, καὶ ταῦτα φίλος Πομπηίῳ C. 492 γεγονὸς τῷ στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανούς 10 μέχρι τῆς ἐφ ̓ ἑκάτερα θαλάττης, τῆς τε Κασπίας καὶ τῆς Κολ Α. 753 χικῆς. φασὶ γοῦν ἐν Ῥόδῳ γενόμενον τὸν Πομπήιον, ἡνίκα ἐπὶ τὸν λῃστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δ ̓ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη), παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ, ἀπιόντα δ ̓ ἐρέσθαι, εἴ τι 15 προστάττει, τὸν δ ̓ εἰπεῖν·

αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. προστίθει δὲ τούτοις, ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν. διὰ δὴ ταῦτα ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι.

7. Δεύτερον δ ̓ ἂν εἴη μέρος τὸ ὑπὲρ τῆς Ὑρκανίας θαλάτ- 20 της, ἣν Κασπίαν καλοῦμεν, μέχρι τῶν κατ ̓ Ἰνδοὺς Σκυθῶν. τρίτον δὲ μέρος τὸ συνεχὲς τῷ λεχθέντι ἰσθμῷ καὶ ἀεὶ τὰ ἑξῆς τούτῳ καὶ ταῖς Κασπίαις πύλαις, τῶν ἐντὸς τοῦ Ταύρου καὶ τῆς Εὐρώπης ἐγγυτάτω· ταῦτα δ ̓ ἐστὶ Μηδία καὶ Ἀρμε νία καὶ Καππαδοκία καὶ τὰ μεταξύ. τέταρτον δ ̓ ἡ ἐντὸς 25 Αλυος γῆ καὶ τὰ ἐν αὐτῷ τῷ Ταύρῳ καὶ ἐκτὸς ὅσα εἰς τὴν χερρόνησον ἐμπίπτει, ἣν ποιεῖ ὁ διείργων ἰσθμὸς τήν τε Ποντικὴν καὶ τὴν Κιλικίαν θάλασσαν. τῶν δὲ ἄλλων, τῶν ἔξω

5. εis uxx,

10.

17. έμε

1. ἔχει rw. 4. καὶ post χιλίων om. urs edd. eamque formam usurpare solet Strabo. 9. λέγοι C λέγει 13 τοὺς ante Αλβανούς om. orw ald. 13. εὐθὺς] αὖθις Cor. ναι χα. 18. προσετίθει codd., Tzsch. corr. ex coni. Cas.: cf. I, 36. 19. avrov o. 21. και ante Κασπίαν inseri iubet Grosk. satis probabiliter, coll. p. 507 init. 22. ἀεὶ asteriscis incl. Cor. 23. τῶν] 27. ἐκπίπτει, quod ex ald. mana28. την ante Κιλικίαν om. r.

τὰ χ.
26. καὶ ἐκτὸς om. 2.
verat, mutavit Tzsch., restituit Cor.

5

τοῦ Ταύρου, τήν τε Ἰνδικὴν τίθεμεν καὶ τὴν Ἀριανὴν μέχρι τῶν ἐθνῶν τῶν καθηκόντων πρός τε τὴν κατὰ Πέρσας θάλατταν καὶ τὸν Ἀράβιον κόλπον καὶ τὸν Νεῖλον καὶ πρὸς τὸ Αἰγύπτιον πέλαγος καὶ τὸ Ἰσσικόν.

CAPUT II.

1. Οὕτω δὲ διακειμένων, τὸ πρῶτον μέρος οἰκοῦσιν ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν καὶ τὸν Ὠκεανὸν Σκυθῶν τινὲς νομάδες καὶ ἁμάξοικοι, ἐνδοτέρω δὲ τούτων Σαρμάται, καὶ οὗτοι Σκύθαι, Ἄορσοι και Σιρακοί, μέχρι τῶν Καυκασίων 10 ὀρῶν ἐπὶ μεσημβρίαν τείνοντες, οἱ μὲν νομάδες, οἱ δὲ καὶ σκηνῖται καὶ γεωργοί· περὶ δὲ τὴν λίμνην Μαιῶται· πρὸς δὲ τῇ θαλάττῃ τοῦ Βοσπόρου τὰ κατὰ τὴν Ἀσίαν ἐστὶ καὶ ἡ Σινδική· μετὰ δὲ ταύτην Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι, Κερκέ. Α. 754 ται τε καὶ Μακροπώγωνες. ὑπέρκεινται δὲ τούτων καὶ τὰ τῶν 15 Φθειροφάγων στενά· μετὰ δὲ τοὺς Ηνιόχους ἡ Κολχίς, ὑπὸ τοῖς Καυκασίοις ὄρεσι κειμένη καὶ τοῖς Μοσχικοῖς. ἐπεὶ δ ̓ ὅριον ὑπόκειται τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὁ Τάναϊς ποταμός, ἐντεῦθεν ἀρξάμενοι τὰ καθ ̓ ἕκαστα ὑπογράψομεν.

2. Φέρεται μὲν οὖν ἀπὸ τῶν ἀρκτικῶν μερῶν, οὐ μὴν ὡς 20 ἂν κατὰ διάμετρον ἀντίρρους τῷ Νείλῳ, καθάπερ νομίζουσιν οἱ πολλοί, ἀλλὰ ἑωθινώτερος ἐκείνου, παραπλησίως ἐκείνῳ τὰς C. 493 ἀρχὰς ἀδήλους ἔχων· ἀλλὰ τοῦ μὲν πολὺ τὸ φανερόν, χώραν

τινων lrw. 8. αμαξι

sqq.

[ocr errors]

Verba καὶ οὗτοι

3. ἀραβικὸν χ. 7. τὸν] τῶν Dh. καὶ codd., Cas. corr.: cf. II, 126. VII, 294 Σκύθαι Gatterer (v. commentatt. Götting. t. 12 p. 162) ex margine recepta esse putat: at Sarmatas, quamquam diversi certissime fuerunt a Scythis, tamen his annumeratos fuisse cum ab aliis tum a Strabone intelligitur ex p. 507. 302. 500. 312. 9. ἀοραῖοι r.

[ocr errors]

σειρακοὶ τω.
12. τὰ] τῇ

10. και ante σκηνῖται om. hi Cor. σκηνῆται Dhior.
Cor. falso referens, ut reliqui interpretes omnes, του Βοσπόρου ad τῇ
θαλάττῃ, quod iure mireris: est vero h. 1. ὁ Βόσπορος Bosporanorum
ager in utraque Bospori Cimmerii parte situs (v. p. 495. VII, 310), quo
sensu passim usurpatur hoc nomen, velut p. 493. 494. 495. VI, 288.
VII, 301. 309. 310. XIII, 625. 13. ζυγοι codd., Tzsch. mut.: v. ad
II, 129. 15. κόλχοι exhibet Εust. ad Dion. v. 689 paulo liberius re-
ferens hunc locum. 21. ἀδήλους τὰς ἀρχὰς ἔχων Dh.

A. 755

διεξιόντος πᾶσαν εὐεπίμικτον καὶ μακροὺς ἀνάπλους ἔχοντος·
τοῦ δὲ Τανάιδος τὰς μὲν ἐκβολὰς ἴσμεν (δύο δ ̓ εἰσὶν εἰς τὰ
ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος, ἑξήκοντα σταδίους ἀλλή
λων διέχουσαι), τοῦ δ ̓ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν
ἐστι διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἃς οἱ μὲν αὐ- 5
τόχθονες δύνανται φέρειν, σαρξὶ καὶ γάλακτι τρεφόμενοι νο-
μαδικῶς, οἱ δ ̓ ἀλλοεθνεῖς οὐχ ὑπομένουσιν. ἄλλως τε οἱ νο-
μάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίᾳ δια-
φέροντες ἀποκεκλείκασιν, εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν
ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός. ἀπὸ δὲ τῆς 10
αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς
Καυκασίοις ὄρεσι, πολὺν δ ̓ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους, εἶτ ̓
ἀναστρέψαντα ἐκβάλλειν εἰς τὴν Μαιώτιν· τούτοις δὲ ὁμοδο-
ξεῖ καὶ Θεοφάνης ὁ Μιτυληναῖος· οἱ δ ̓ ἀπὸ τῶν ἄνω μερῶν
τοῦ Ἴστρου φέρεσθαι· σημεῖον δὲ φέρουσιν οὐδὲν τῆς πόρρω- 15
θεν οὕτω φύσεως καὶ ἀπ ̓ ἄλλων κλιμάτων, ὥσπερ οὐ δυνα-
τὸν ὂν καὶ ἐγγύθεν καὶ ἀπὸ τῶν ἄρκτων.

Τ

3. Ἐπὶ δὲ τῷ ποταμῷ καὶ τῇ λίμνῃ πόλις ὁμώνυμος οι κεῖται Τάναϊς, κτίσμα τῶν τὸν Βόσπορον ἐχόντων Ἑλλήνων· νεωστὶ μὲν οὖν ἐξεπόρθησεν αὐτὴν Πολέμων ὁ βασιλεὺς ἀπει- 20 θοῦσαν. ἦν δ ̓ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων νομάδων καὶ τῶν ἐκ τοῦ Βοσπόρου τὴν λίμνην πλεόντων, τῶν μὲν ἀνδράποδα ἀγόντων καὶ δέρματα καὶ εἴ τι ἄλλο τῶν νομαδικῶν, τῶν δ ̓ ἐσθῆτα καὶ οἶνον καὶ τἆλλα, ὅσα τῆς ἡμέρου διαίτης οἰκεῖα, ἀντιφορτιζομένων. πρόκειται δ ̓ ἐν ἑκατὸν στα 25 δίοις τοῦ ἐμπορίου νῆσος Αλωπεκία, κατοικία μιγάδων ἀνθρώπων· ἔστι δὲ καὶ ἄλλα νησίδια πλησίον ἐν τῇ λίμνῃ. διέχει δὲ τοῦ στόματος τῆς Μαιώτιδος εὐθυπλοοῦσι ἐπὶ τὰ βόρεια δισχιλίους καὶ διακοσίους σταδίους ὁ Τάναϊς, οὐ πολὺ δὲ πλείους εἰσὶ παραλεγομένῳ τὴν γῆν.

8.

χώρας om.

[ocr errors]

4. τοῦ] τὸ codd., Cor. corr. 7. τε] δὲ codd., Cor. corr.
συνεπίμικτοι ω (?). 9. ἀποκεκλείκασιν om. i.
10. ἔτυχεν χ.
12. πολλὴν C πολλῷ or (?).
φασὶ post άνω add. wx Cor. 15. δὲ om. Ο.
18. οἰκεῖται] κεῖται 0%. 21. ἐμπορεῖον Cows edd.

[ocr errors]

oxys. ἡμέρας Ι.

13. ἐs edd. 14. 16. οὕτω om. 0.

26. εμπορείου C edd. inde a Cas.

24. ἐσθῆτας

« PreviousContinue »