Page images
PDF
EPUB

τέρωθεν σφιγγομένῳ πορθμῷ. διέστηκε δ ̓ ἡ Καραμβις τῆς μὲν τῶν Χερρονησιτῶν πόλεως σταδίους δισχιλίους καὶ πεντακοσίους, τοῦ δὲ Κριοῦ μετώπου πολὺ ἐλάττους τὸν ἀριθμόν· συχνοὶ γοῦν τῶν διαπλευσάντων τὸν πορθμὸν ἅμα φασὶν ἰδεῖν 5 ἀμφοτέρας ἑκατέρωθεν τὰς ἄκρας. ἐν δὲ τῇ ὀρεινῇ τῶν Ταύ ρων καὶ τὸ ὄρος ἐστὶν ὁ Τραπεζοῦς, ὁμώνυμον τῇ πόλει τῇ περὶ τὴν Τιβαρανίαν καὶ τὴν Κολχίδα· καὶ ἄλλο δ ̓ ἐστὶν ὄρος Κιμμέριον κατὰ τὴν αὐτὴν ὀρεινήν, δυναστευσάντων ποτὲ τῶν Κιμμερίων ἐν τῷ Βοσπόρῳ· καθ ̓ ὃ καὶ Κιμμερικὸς Βόσπο10 ρος καλεῖται τοῦ πορθμοῦ πᾶν, ὃ ἐπέχει τὸ στόμα τῆς Μαιώτιδος.

4. Μετὰ δὲ τὴν ὀρεινὴν τὴν λεχθεῖσαν ἡ Θεοδοσία κεῖται πόλις, πεδίον εὔγαιον ἔχουσα καὶ λιμένα ναυσὶ καὶ ἑκατὸν ἐπι- Α. 476 τήδειον· οὗτος δὲ ὅρος ἦν πρότερον τῆς τῶν Βοσποριανών 15 καὶ Ταύρων γῆς· καὶ ἡ ἑξῆς δ ̓ ἐστὶν εὔγαιος χώρα μέχρι Παν

τικαπαίου, τῆς μητροπόλεως τῶν Βοσποριανών, ἱδρυμένης ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. ἔστι δὲ τὸ μεταξὺ τῆς Θεοδοσίας καὶ τοῦ Παντικαπαίου στάδιοι περὶ πεντακόσιοι καὶ τριάκοντα, χώρα πᾶσα σιτοφόρος, κώμας ἔχουσα καὶ πόλιν εὐλίμενον τὸ 20 Νυμφαίον καλούμενον. τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων εἴκοσι· πρὸς ἕω δ ̓ ἔχει λι

2. χι

1. σφιγγόμενον Β (sed hic σφιγγομένῳ ex corr.) Cl edd. λίους 8. 7. τὴν ante Τιβαρανίαν om. ald. Τιβαρηνίαν Ε edd.:

[ocr errors]
[ocr errors]

vid. ad II, 129. ἔθνος supra ὄρος pr. m. add. Ε.
8. κιμμέ
γιοι ΑΕ.
δυναστευσαν ΑΒCl, Tzsch. corr. ex coni. Xyl. 9. Βόσ
πορος] κόλπος η, sinus Cimmerius Guar: inde paulo inconsidera-
tius rec. Tzsch. (rationibus maxime victus Holstenii ad Steph. p. 71)
Cor.: cf. p. 310 et maxime XΙ, 494. 13. εύγεων no.
ρανῶν E. De variis huius gentilicii formis v. Steph. Βyz.
ρος, Lob. Pathol. serm. Gr. p. 199. 15. παντικαπνου ΑΒ. 16.
βοσπορανῶν BCE, et sic p. 312 codd. omn. Alteram formam h. 1.
praeter A tuetur Epit. 17. τὸ στόμα Ε.
ἔστι] ἔτι Ι. 18. παν-

14. βοσποS. V. Βόσπο

τικαπέου AC. φ' και λ' C, idem legi suspicor in Bl, φλ' Ε πεντα κοσίων καὶ τριάκοντα Α πεντακόσιοι καὶ τριάκοντα ald. πεντακοσίους καὶ τριάκοντα edd. inde a Cas. Incertissima in talibus codicum est 20. Νύμφαιον malit Cas., ut est ap.

fides.

19. κώμας] χώρας Ε.

Steph. et Ptolem. : in marg. Ε pr. m. add. ἕτερον (ἕτεροι?) τύμφαιον.

[blocks in formation]

C. 310 μένα καὶ νεώρια ὅσον τριάκοντα νεῶν, ἔχει δὲ καὶ ἀκρόπολιν· κτίσμα δ ̓ ἐστὶ Μιλησίων. ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παρισάδην αὕτη τε καὶ αἱ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παρισάδου του Μιθριδάτῃ 5 παραδόντος τὴν ἀρχήν. ἐκαλοῦντο δὲ τύραννοι, καίπερ οἱ πλείΑ. 477 ους ἐπιεικεῖς γεγονότες, ἀρξάμενοι ἀπὸ Παρισάδου καὶ Λεύ κωνος. Παρισάδης δὲ καὶ θεὸς νενόμισται· τούτῳ δὲ ὁμώνυ μος καὶ ὁ ὕστατος, οὐχ οἷός τε ὢν ἀντέχειν πρὸς τοὺς βαρ βάρους, φόρον πραττομένους μείζω τοῦ πρότερον, Μιθριδάτη 10 τῷ Εὐπάτορι παρέδωκε τὴν ἀρχήν· ἐξ ἐκείνου δ ̓ ἡ βασιλεία γεγένηται Ῥωμαίοις ὑπήκοος. τὸ μὲν οὖν πλέον αὐτῆς μέρος ἐστὶν ἐπὶ τῆς Εὐρώπης, μέρος δέ τι καὶ ἐπὶ τῆς Ἀσίας.

5. Τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικὸς Βόσπορος, ἄρχεται δὲ ἀπὸ μείζονος πλάτους, ἀπὸ ἑβδομήκοντά 15 που σταδίων· καθ ̓ ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας, τὴν Φαναγορίαν· τελευτᾷ δ ̓ εἰς πολὺ στενώτερον πορθμόν. διαιρεῖ δὲ ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, καὶ ὁ Τάναϊς που ταμός, καταντικρύ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην 20 καὶ τὸ στόμα αὐτῆς· δύο δ ̓ ἔχει τὰς εἰς τὴν λίμνην ἐκβολὰς διεχούσας ἀλλήλων ὅσον σταδίους ἑξήκοντα. ἔστι δὲ καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον τῶν βαρβάρων ἐμπόριον μετὰ τὸ Παντικάπαιον. ἐν ἀριστερᾷ δ ̓ εἰσπλέοντι τὸν Κιμμερικόν Βόσπορον πολίχνιόν ἐστι Μυρμήκιον ἐν εἴκοσι σταδίοις ἀπὸ 25 τοῦ Παντικαπαίου. τοῦ δὲ Μυρμηκίου διπλάσιον διέχει κώμη

3. σάγαυρον codd., Cor. corr. ex coni. Cas.: Satyri enim nomen inter reges Bospori celebratissimum; v. XI, 494. Diod. XIV, 93 et Wess. ad h. 1. πιρισάδην ΑΒ Παιρισάδην Tusch. Cor.: v. ad Ρ. 309. 5. παρισέδου AC. 7. παρισέδου AC. 9. ὃς ante οὐχ add. B (ex corr.?) no ald., Cas. uncis inclusit, Tzsch. sustulit, Cor. restituit: ac commodissime quidem adderetur. 13. δ ̓ ἔτι Ι. 15. Alterum ἀπὸ suspectum. 16. περὶ om. 4, sed sec. m. add. in marg. παντικάπεον C4, sed in hoc sec. m. e in au mut. 19. τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας edd. ὁ τάναϊος (sic) 4. 23. ἐμπορεῖον ΑBl edd. 26. παντικαπέου, sed sec. m. e in a mut, A.

καὶ

λίμνην om. Ζ.

24. παντικάπεον C.

[ocr errors]

-

Παρθένιον, καθ ̓ ἣν στενώτατος ὁ εἴσπλους ἐστὶν ὅσον εἴκοσι σταδίων, ἔχων ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην, Αχίλλειον και λουμένην. ἐντεῦθεν δ ̓ εὐθυπλοίᾳ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὴν κατὰ τὰς ἐκβολὰς νῆσον στάδιοι δισχίλιοι διακόσιοι, μικρὸν 5 δ ̓ ὑπερβάλλει τοῦ ἀριθμοῦ τούτου πλέοντι παρὰ τὴν Ἀσίαν· πλέον δ ̓ ἢ τριπλάσιον ἐν ἀριστερᾷ πλέοντι μέχρι τοῦ Τανάιδος, ἐν ᾧ παράπλῳ καὶ ὁ ἰσθμὸς ἵδρυται. οὗτος μὲν οὖν ὁ παράπλους ἔρημος πᾶς ὁ παρὰ τὴν Εὐρώπην, ὁ δ ̓ ἐν δεξιᾷ οὐκ ἔρημος· ὁ δὲ σύμπας τῆς λίμνης κύκλος ἐννακισχιλίων ἱστο10 ρεῖται σταδίων. ἡ δὲ μεγάλη Χερρόνησος τῇ Πελοποννήσῳ Α. 478 προσέοικε καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος. ἔχουσι δ ̓ αὐτὴν οἱ τοῦ Βοσπόρου δυνάσται κεκακωμένην πᾶσαν ὑπὸ τῶν συνεχῶν πολέμων. πρότερον δ ̓ εἶχον ὀλίγην μὲν τὴν πρὸς τῷ στό ματι τῆς Μαιώτιδος καὶ τῷ Παντικαπαίῳ μέχρι Θεοδοσίας C. 311 15 τῶν Βοσπορίων τύραννοι, τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος· καὶ ἐκαλεῖτο ἡ χώρα πᾶσα αὕτη, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία· διὰ δὲ τὸ πλῆθος τῶν ἐνθένδε περαιουμένων τόν τε Τύραν καὶ τὸν Ἴστρον καὶ 20 ἐποικούντων τὴν γῆν καὶ ταύτης οὐκ ὀλίγη μικρα προσηγορεύθη Σκυθία, τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων, τὰ δὲ τῇ κακίᾳ τῆς χώρας· ἑλώδης γάρ ἐστιν ἡ πολλὴ αὐτῆς.

6. Τῆς δὲ Χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θα λάττη μέχρι Θεοδοσίας, ἥ γε ἄλλη πεδιὰς καὶ εὐγεώς ἐστι 25 πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής· τριάκοντα γοῦν ἀποδίδωσι, διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτῃ, τάλαντα δ ̓ ἀργυ ρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σιν

1. στενότατος, pr. m. o in o mut., A. Diversa ab his infra traduntur IX, 494. 3. εὐθύλοιοι 4 εὐθύπλοοι Ε εὐθύπλοια BCL (?) Tzsch. corr. 5. παρὰ πλέοντι om. C. 7. οὖν om. Ι. 8. πᾶς

[ocr errors]

om. Ε.
παρὰ] περὶ Ε. 16. καρπινίτου ACI Παρπινίτου Β, sed
καρκινίτου Epit. 17. πᾶσα αὐτῆς BCL. 23. τῇ om. edd. 24.
εὔγειος Epit. εὔγαιος edd. 25. τριάκοντα ferri non posse apparet:
τριακοντάχουν scribendum est, ut loci similes docent XV, 731. XVI, 741.
Erroris causa manifesta. 26. tɛ] dè no edd. inde a Cas. 28. δια

δικήν. καν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεία τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι· Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας με δίμνων διακοσίας καὶ δέκα. οἱ δ ̓ αὐτοὶ οὗτοι καὶ Γεωργοὶ ἐκαλοῦντα ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους Νομάδας εἶναι, τρε- 5 φομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτι (τοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτ τοῖς κατασκευασθέν πως)· διόπερ ὁ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ Γαλακτοφάγους. οἱ μὲν οὖν Νομάδες πολεμισταὶ Α. 479 μᾶλλον εἰσιν ἢ ληστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων. ἐπι- 10 τρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς συντεταγμένους μετρί ους τινὰς οὐκ εἰς περιουσίαν, ἀλλ ̓ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγ καῖα τοῦ βίου· μὴ διδόντων δέ, αὐτοῖς πολεμοῦσιν. οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ὁ ποιητὴς εἴρηκε τοὺς αὐτοὺς 15 τούτους ἄνδρας· ἐπεί, τῶν γε φόρων ἀπεντακτουμένων, οὐδ ̓ ἂν καθίσταντο εἰς πόλεμον. οὐκ ἀπευτακτοῦσι δ' οἱ δυνάμει πεποιθότες, ὥστε ἢ ἀμύνασθαι ῥᾳδίως ἐπιόντας ἢ κωλῦσαι τὴν ἔφοδον· καθάπερ Ασανδρον ποιῆσαί φησιν Υψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς Χερρονήσου τὸν πρὸς τῇ Μαι- 20 ώτιδι, τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους καθ ̓ ἕκαστον στάδιον δέκα. οἱ δὲ Γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρημα

κοσίων Α. 4. διακοσίων ΑBCl(?) διακοσίας i, idque Tasch. restituit; u Epit., quam veram puto scripturam: altera enim, quidquid dicunt interpretes (v. Cor. in Intp. Gall., Wolf. ad Demosth. Or. in Lept. p. 256, Boeckh. Staatshaushaltung etc. I p. 97), parum videtur credibilis. Orta est, ut opinor, ex frequentissima commutatione notarum Ε et Σ. 6. τοῖς ante ἱππείοις add. BCL. 7. έψημα gikno. 10. ὅρων Βι ὁρῶν C Xyl. corr. 17. δ ̓ οἱ] δ ̓ οὐ 4BCU δ ̓ αὖ Tzsch. οὐ om. Xyl. Cas. Cor., sed hic or, quod praebent no, recipiendum censet in nott. 21. ἐπιστήσαντι ABC. In proximis cum incredibilis videretur turrium numerus, qui efficitur servata codicum scriptura, varie cam tentarunt, sed parum feliciter, Gossell. Cor. Grosk.: etenim τριάκοντα καὶ ἓξ et hic et p. 308 scribendum censet Goss., καθ ̓ ἕκαστα στάδια δέκα Cor., καθ' ἕκαστον στάδιον ἕνα Grosk.

τισταὶ δ ̓ ὄντες καὶ θαλάττης ἁπτόμενοι λῃστηρίων οὐκ ἀπέχονται, οὐδὲ τῶν τοιούτων ἀδικιῶν καὶ πλεονεξιών.

C. 312

7. Πρὸς δὲ τοῖς καταριθμηθεῖσι τόποις ἐν τῇ Χερρονήσῳ καὶ τὰ φρούρια ὑπῆρξεν, ἃ κατεσκεύασε Σκίλουρος καὶ οἱ παῖ5 δες, οἷσπερ καὶ ὁρμητηρίοις ἐχρῶντο πρὸς τοὺς Μιθριδάτου στρατηγούς, Παλάκιόν τε καὶ Χάβον καὶ Νεάπολις· ἦν δὲ καὶ Ευπατόριόν τι, κτίσαντος Διοφάντου, Μιθριδάτου στρατηγοῦντος. ἔστι δ ̓ ἄκρα διέχουσα τοῦ τῶν Χερρονησιτῶν τείχους ὅσον πεντεκαίδεκα σταδίους, κόλπον ποιοῦσα εὐμεγέθη, νεύοντα 10 πρὸς τὴν πόλιν· τούτου δ ̓ ὑπέρκειται λιμνοθάλαττα, ἁλοπήγιον ἔχουσα· ἐνταῦθα δὲ καὶ ὁ Κτενοῦς ἦν. ἵν ̓ οὖν ἀντέχοιεν, οἱ βασιλικοὶ πολιορκούμενοι τῇ τε ἄκρᾳ τῇ λεχθείσῃ φρουρὰν ἐγκατέστησαν, τειχίσαντες τὸν τόπον, καὶ τὸ στόμα τοῦ κόλπου τὸ μέχρι τῆς πόλεως διέχωσαν, ὥστε πεζεύεσθαι ῥᾳδίως καὶ τρό15 πον τινὰ μίαν εἶναι πόλιν ἐξ ἀμφοῖν· ἐκ δὲ τούτου ῥᾷον ἀπεκρούοντο τοὺς Σκύθας. ἐπεὶ δὲ καὶ τῷ διατειχίσματι τοῦ Α. 480 ἰσθμοῦ τοῦ πρὸς τῷ Κτενοῦντι προσέβαλον καὶ τὴν τάφρον ἐνέχουν καλάμῳ, τὸ μεθ ̓ ἡμέραν γεφυρωθὲν μέρος νύκτωρ ἐνεπίμπρασαν οἱ βασιλικοὶ καὶ ἀντεῖχον τέως, ἕως ἐπεκράτησαν. 20 καὶ νῦν ὑπὸ τοῖς τῶν Βοσπορανῶν βασιλεῦσιν, οὓς ἂν Ῥωμαῖοι καταστήσωσιν, ἅπαντά ἐστιν.

8. Ἴδιον δὲ τοῦ Σκυθικοῦ καὶ τοῦ Σαρματικοῦ παντὸς ἔθνους τὸ τοὺς ἵππους ἐκτέμνειν εὐπειθείας χάριν· μικροὶ μὲν γάρ εἰσιν, ἐξεῖς δὲ σφόδρα καὶ δυσπειθεῖς. θῆραι δ ̓ εἰσὶν ἐν 25 μὲν τοῖς ἕλεσιν ἐλάφων καὶ συάγρων, ἐν δὲ τοῖς πεδίοις ὀνάγρων καὶ δορκάδων. ἴδιον δέ τι καὶ τὸ ἀετὸν μὴ γίνεσθαι ἐν τοῖς τόποις τούτοις. ἔστι δὲ τῶν τετραπόδων ὁ καλούμενος κόλος, μεταξὺ ἐλάφου καὶ κριοῦ τὸ μέγεθος, λευκός, ὀξύτερος

τῶν

3. καὶ post δὲ add. ald. τὴν καταρίθμησιν codd., cui quum subiiciatur τόποις in Al, τόποι in BC (?), Cor. corr. ex Villebr. coni. τόπων no Tzsch. 4. σείλουρος ΑBCl, Xyl. corr.: cf. 306. 309. 6. χανον edd. χάλαον pr. m. add. in marg. 4. 7. Μιθριδάτῃ Tzsch., quod ferri nequit. Suspicari possis Μιθριδάτου στρατηγοῦ τι νος: cf. p. 306. 11. ἦν om. edd. ταῦτ ̓ ἔχοιεν codd., Cor. corr. ex Cas. coni. 19. τέως om. n. 20. βοσποριανῶν ἐ.

17. του om. Β. 25. ἵλεσιν] ὄρεσιν Cor.

28. κωλος appellatur idem ani

« PreviousContinue »