Page images
PDF
EPUB

Δουλιχίω τε Σάμω τε,

ἀλλὰ μή

Σάμῃ τε,

δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπο5 λαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον· ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις, δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστήρας φάναι·

10

15

20

ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι·

καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου·

τὴν μὲν ἔπειτα Σάμην δ ̓ ἔδοσαν.

ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς C. 454 οὔτε περὶ τῆς Κεφαλληνίας, οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.

11. Αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης, ὅταν φῇ·

οἱ δ ̓ Ἰθάκην εἶχον καὶ Νήριτον εινοσίφυλλον,

ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει, τῷ ἐπιθέτῳ δηλοῖ. ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος·

ναιετάω δ ̓ Ἰθάκην εὐδείελον· ἐν δ ̓ ὄρος αὐτῇ,

Νήριτον εἰνοσίφυλλον ἀριπεπές.

Ἰθάκην δ ̓ εἴτε τὴν πόλιν, εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει·

οἱ ῥ ̓ Ἰθάκην εἶχον καὶ Νήριτον.

κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτ ̓ ἄν, ὡς καὶ Ἀθή 25 νας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον· ποιητικῶς δὲ τοὐναντίον. ἐν μέντοι τῷ

Dhi.

ναιετάω δ ̓ Ἰθάκην εὐδείελον· ἐν δ ̓ ὄρος αὐτῇ
Νήριτον

1. τε post Δουλιχίῳ om. i. 3. τε om. ηχ. 4. σάμον μόνον 8. τέσσαρες nox. 10. σάμην δέδοσον Chos. 13. πλη σίων codd., exc. h, ex quo πλησίον rec. Cor. 16. οἵ τ ̓ codd., exc. nosx, qui o' praebent, uti legitur in ll. B, 632 et paulo post apud Strab.: cf. VIII, 376. ἔχον BDkios. 19. αὐτῆς no. 23. ἔχον D. 25. λυκαβητὸν D (sed alterum τ sec. m. add.) χ ἀθήνας ιμυττόν η (et in marg. add. γρ. ἀθήνας καὶ ἐμυττὸν) ο. λέγει Bhino ald.

[ocr errors]

οὕτω φῇ·

ἐν γὰρ τῇ νήσῳ, οὐκ ἐν τῇ πόλει τὸ ὄρος. ὅταν δὲ

ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν,

ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον, εἴτε ἕτερον,

ἢ ὄρος ἢ χωρίον. * ὁ μέντοι ἀντὶ Νηρίτου γράφων Νήρικον, ἢ 5 Α. 697 ἀνάπαλιν, παραπαίει τελέως· τὸ μὲν γὰρ εἰνοσίφυλλον καλεῖ ὁ ποιητής, τὸ δ ̓ ἐυκτίμενον πτολίεθρον, καὶ τὸ μὲν ἐν Ἰθάκῃ, τὸ δ ̓ ἀκτὴν ἠπείροιο.*

12. Καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦν·
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἶν ἁλὶ κεῖται·

χθαμαλὴ μὲν γὰρ ἡ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ ἡ
ὑψηλή, οἵαν διὰ πλειόνων σημαίνει, Κραναὴν καλῶν· καὶ τὴν
ὁδὸν τὴν ἐκ τοῦ λιμένος

[blocks in formation]

οὐ γάρ τις νήσων εὐδείελος, οὐδ ̓ εὐλείμων,

αἱ θ ̓ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας ἡ φράσις, ἐξηγοῦνται δὲ οὐ

1. δῆλον ante ἐν γὰρ add. Cor. aptissime: atque excidisse hic aliquid Cas. iam senserat. γὰρ om. nox. δὲ] τε codd., exc. o, unde δὲ rec. Cor. 3. ὑπονηίου codd., exc. Dh. 4. δῆλον codd., sed in Β ex corr. οὐ ἄδηλον, et in x οὐ praemittitur illi voci: Xyl. corr. — τὸν αὐτὸν C. δ ̓ ἕτερον BCklnox ald. 5. Verba ὁ μέντοι ἠπείροιο Strabonis non esse censeo. Primum enim parum concinna sunt per se; tum incommode interrumpunt exemplorum, quae hic persequitur auctor, connexum; denique repugnant optimorum codicum scripturae in locis supra allatis (v. ad p. 452) Strabonisque verbis, quae paulo ante leguntur, ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει, τῷ ἐπιθέτῳ δηλοῖ, quae certe non scripsisset, si Νήρικον urbem nominatam fuisse iudicasset.

10. δὲ om.

11. χαμαλή

20. πρὸς ζόφον post κεῖται addendum censet Grosk.
Cas. Tzsch. 14. ἄτραπον nx ἀνατραπόν ο. 17. νῆσον C νῆσος
Bklnox. Genitivus quem exhibent Dhi legitur etiam in Od. 4, 607.

ἱππήλατος in marg. Β notatur, uti habetur in Od. l. c.; et mirificum sane ac vix ferendum est evdeleλos illud: quod tamen removere cum Groskurdio non ausim. εὐλειμάων C. - 18. αἴθ ̓ ἁλι] αἰεὶ Diklno (?)x ai' (omisso áλì) Ch. κεκλήαται Chr. BCDhikx δέ τι κος δέ τοι ald., Xyl. corr. ex Od. l. c.

δέ τε] δ ̓ ἔτι πέρι Π.

10

15

κακῶς· οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ, ἐγγυτάτω οὖσαν αὐτῆς· οὔτε πανυπερτάτην ὑψηλοτάτην, ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον· τοῦτο γὰρ βούλεται 5 λέγειν τὸ πρὸς ζόφον, τὸ δ ̓ ἐναντίον πρὸς νότον·

αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ήέλιόν τε

τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρίς ἐστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δ ̓ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον. ὅτι δ ̓ οὕτω λέγει τὸ νότιον μέρος, 10 καὶ ἐν τοῖσδε φανερόν·

15

εἴτ ̓ ἐπὶ δέξι ̓ ἴωσι, πρὸς ἠῶ τ' ἠέλιόν τε,

εἴτ ̓ ἐπ' ἀριστερὰ τοίγε, ποτὶ ζόφον ἠερόεντα·

καὶ ἔτι μᾶλλον ἐν τοῖσδε·

Τ

ὦ φίλοι, οὐ γάρ τ ̓ ἴδμεν, ὅπη ζόφος, οὐδ ̓ ὅπη ἠώς,
οὐδ ̓ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ ̓ ὑπὸ γαῖαν,

οὐδ ̓ ὅπη ἀννεῖται·

C. 455

ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα, τὴν ἠῶ δεχομέ- Α. 698 νους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτ ̓ ἔμφασιν, ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ 20 αρκτικῷ μέρει· ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν ὁ λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων. δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θ ̓ ἡμέρας, ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν· τὰ δ ̓ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἢ ἧττον παραχωρεῖν ἡμᾶς 25 ἢ εἰς τοὐναντίον. τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖ καὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημ

[ocr errors]
[ocr errors]

3. ὑψηλότητα κ. 4. πρὸς ἐσχάτην BCklno ald. ὡς ἐσχάτην χ ἐσχάτην om. D (sed in hoc verba οἷον ζόφον, quae in contextu omissa fuerant, in marg. postea addita sunt praefixo verbo κείμενον) hi: ἐσχάτην nulla particula adiecta, quod scripsit Xyl, exhibet E. τετραμμένην άνευθε om. l. 6. τε om. BCDhklnox. 7. τὸ] τότε Β (ex corr.) CDEhikl. μὲν om. Ε. E, edd. 14. τι ἴδμεν BCDi τοι ἴδμεν kx ἀνεῖται codd. rell. 18. τε] δέ codd. edd. 19. ἀντιθέμενον Bm ald. ἀποθέμενον k.

ald.

9. και om. codd., exc.

16. ἀνεῖται Dhi τινα [καὶ] τούτου Cor. 22. γὰρ om. no.

αφή BCDhikl συναφῆς not, Tzsch. corr. ex coni. Cas. ταλείψεις κ ἐγκαταλήψεις h ald.

k

Strabo. II.

26. οὐ post οὔσης add. i.

23

συν

25. εγκατ

βρίας καὶ ἄρκτου. μάλιστα γάρ άρκτικός ἐστιν ὁ πόλος· τού-
του δὲ κινουμένου καὶ ποτὲ μὲν κατὰ κορυφὴν ἡμῖν γινομένου,
ποτὲ δὲ ὑπὸ γῆς ὄντος, καὶ οἱ ἀρκτικοὶ συμμεταβάλλουσι, ποτὲ
δὲ συνεκλείπουσι κατὰ τὰς τοιαύτας παραχωρήσεις, ὥστε οὐκ
ἂν εἰδείης, ὅπου ἐστὶ τὸ ἀρκτικὸν κλίμα, οὐδὲ ἀρχή ἐστιν· εἰ 5
δὲ τοῦτο, οὐδὲ τοὐναντίον ἂν γνοίης. κύκλος δὲ τῆς Ἰθάκης
ἐστὶν ὡς ὀγδοήκοντα σταδίων. περὶ μὲν Ἰθάκης ταῦτα.

13. Τὴν δὲ Κεφαλληνίαν, τετράπολιν οὖσαν, οὔτ ̓ αὐτὴν εἴρηκε τῷ νῦν ὀνόματι, οὔτε τῶν πόλεων οὐδεμίαν, πλὴν μιᾶς, εἴτε Σάμης εἴτε Σάμου, ἣ νῦν μὲν οὐκέτ ̓ ἐστίν, ἴχνη δ ̓ αὐτῆς 10 δείκνυται κατὰ μέσον τὸν πρὸς Ἰθάκῃ πορθμόν· οἱ δ ̓ ἀπ ̓ αὐτ τῆς Σαμαῖοι καλοῦνται· αἱ δ ̓ ἄλλαι καὶ νῦν εἰσιν ἔτι, μικραὶ Α. 699 πόλεις τινές, [Παλεῖς], Πρώνησος καὶ Κράνιοι. ἐφ' ἡμῶν δὲ καὶ ἄλλην προσέκτισε Γάιος Αντώνιος, ὁ θεῖος Μάρκου Αν τωνίου, ἡνίκα φυγὰς γενόμενος μετὰ τὴν ὑπατείαν, ἣν συνῆρξε 15 Κικέρωνι τῷ ῥήτορι, ἐν τῇ Κεφαλληνία διέτριψε καὶ τὴν ὅλην νῆσον ὑπήκοον ἔσχεν, ὡς ἴδιον κτῆμα· οὐκ ἔφθη μέντοι συνοικίσας, ἀλλὰ καθόδου τυχών, πρὸς ἄλλοις μείζοσιν ὢν κατέλυσε τὸν βίον.

14. Οὐκ ώκνησαν δέ τινες τὴν Κεφαλληνίαν τὴν αὐτὴν 20 C. 456 τῷ Δουλιχίῳ φάναι, οἱ δὲ τῇ Τάφῳ, καὶ Ταφίους τοὺς Κε φαλληνίους, τοὺς δ ̓ αὐτοὺς καὶ Τηλεβόας, καὶ τὸν Ἀμφιτρύ ωνα δεῦρο στρατεῦσαι μετὰ Κεφάλου τοῦ Δηιονέως, ἐξ Ἀθη

7. ὀγδοή

2. καὶ γινομένου om. l. κορυφῆς κ. 3. γῆν no. 5. οὐδ ̓ εἰ ἀρχήν ἐστιν Cor. ex coni. Tyrwh. paulo audacius; οὐδ ̓ ὅπου ἀρχή coni. Tzsch. Grosk., quod tamen ne ipsum quidem satisfacit. κοντα a Strabone scriptum non fuisse Grosk. suspicatur haud iniuria: in Dionysii (Pseudodicaearchi) Descr. Graec. v. 51 legitur Ἰθάκη σταδίων ὀγδοήκοντα, στενή, unde tamen frustra Grosk. explicare studet Strabonis errorem; XXV. M. P. Ithacae circuitum esse tradit Plin. H. N. IV, 12 11. δείκνυν

s. 19. 9. οὐδὲ μιας C. 10. εἴτε Σάμης om. m.

ται η.

Ιθάκην Ι.

13. πόλεις] Παλεῖς Cor. parum apte: addidi

hoc nomen ex coni. Cas. et Τzsch. 14. ἀντωνίνος BCDlk (ex corr.) 20. ἀντωνίνου no.

ήρξε k ex corr.) 1 enotavit Scrimg) s

15. ὑπατείαν om. C.
ald. 17. συνοικίσαι no (συνοικῆσαι ex iisdem
συνοικήσας Β, idemque fuerat in D, sed η pr. m. mut. in c.
έλιπε k ex corr. 21. φᾶναι codd., Tzsch. corr.

18. κατ

κεφαλλήνους Α.

νῶν φυγάδος, παραληφθέντος, κατασχόντα δὲ τὴν νῆσον παραδοῦναι τῷ Κεφάλῳ, καὶ ταύτην μὲν ἐπώνυμον ἐκείνου γενέσθαι, τὰς δὲ πόλεις τῶν παίδων αὐτοῦ. ταῦτα δ ̓ οὐχ Ὁμηρικά· οἱ μὲν γὰρ Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ καὶ Λαέρτῃ, ἡ δὲ 5 Τάφος ὑπὸ τῷ Μέντῃ·

Μέντης Αγχιάλοιο δαίφρονος εὔχομαι εἶναι

υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. καλεῖται δὲ νῦν Ταφιοῦς ἡ Τάφος. οὐδ ̓ Ἑλλάνικος Ομηρικός, Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. τὸ μὲν γὰρ ὑπὸ Μέγητι 10 εἴρηται καὶ αἱ λοιπαὶ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Επειοὶ * ἐξ Ηλιδος ἀφιγμένοι· διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν

καλεῖ·

αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλήνας μεγαθύμους.

τε

15 οὔτ ̓ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθ ̓ Ὅμηρον, οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· τὸ μὲν γὰρ Επειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλήνες, καὶ [οἱ μὲν] ὑπὸ Ὀδυσσεῖ, οἱ δ ̓ ὑπὸ Μέγητι. οὐδὲ Παλεῖς Δουλίχιον ὑφ ̓ Α. 700 Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης. μάλιστα δ ̓ ἐναντι20 οὗται Ὁμήρῳ ὁ τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ λέγων, εἴπερ τῶν μνηστήρων ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντή

8. ταφοὺς Dh. 10. αἱ ante Εχινάδες add. Bhik (in hoc post expunctum est) 7 ald. αἰχινάδες 8. τε post Επειοι om. nox Cor. 12. φυλέως CDhi(?)ksx φυλλιέως Bl ald. φαλιέως το φυλέως Xyl.: Cor. corr., uti Cas. aliique censuerant, ex Il. O, 519 et Epitome, in qua legitur φυλίδεω: nec minus vere eadem addere videtur in proxime praecedentibus μετὰ Φυλέως, quamquam paulo liberius exhibet ἐξ Ἥλι δος ἐλθόντες μετὰ Φυλέως. ἑταῖρον Χyl. 13. καὶ post καλεῖ add. Cor. 16. φησί] καλεῖ kl (?) ald. τὸ] τὴν codd., Tzsch. corr. 17. οἱ μὲν om. codd., exc. k: Cas. restituit primum quidem, ut ait, ex coniectura, deinde autem ex auctoritate veteris codicis: nempe Scrimger. in margine interiore exemplaris sui add. oi μèv, sed haec non ex codice sumpta sunt. 18. οὐδὲ] οἱ δὲ codd. ald. οὐδ ̓ οἱ Παλεῖς Cor. Simplicius est quod reposui auctore Grosk. Ceterum h. 1. in marg. n addita sunt haec: περὶ δὲ τῆς Παλέων πόλεως εἰς Ἀθήνας τόδε ἐπίγραμμα εὗρον, quibus subiicitur titulus, qui in Boeckhii C. I. est no. 340. παλλεῖς κ. 19. λέγεται k (sed post corr.) * ald. 21. δολιχίω C.

δύο

« PreviousContinue »