Page images
PDF
EPUB

Ἀθήνας· ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσίαν, ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Καρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διε λόντες σφᾶς, ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον. οἱ δ' 5 Ἀχαιοὶ Φθιώται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δ ̓ ἐν Λακεδαί μονι, τῶν δ ̓ Ἡρακλειδῶν ἐπικρατησάντων, ἀναληφθέντες ὑπὸ Τισαμενοῦ, τοῦ Ὀρέστου παιδός, ὡς προειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείττους τοὺς μὲν ἐξέβαλον, αὐ τοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώ- Α. 589 10 ρας μερισμόν, ὅνπερ καὶ παρέλαβον. οὕτω δ ̓ ἴσχυσαν, ὥστε C. 384 τὴν ἄλλην Πελοπόννησον ἐχόντων τῶν Ἡρακλειδών, ὧν ἀπέ στησαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας, Ἀχαΐαν ὀνομάσαντες τὴν χώραν. ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ωγύγου βασιλευό μενοι διετέλουν· εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν 15 περὶ τὰς πολιτείας, ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη· μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας· ὕστερον δ ̓ ὑπὸ Μακεδόνων 20 λυθείσης τῆς κοινωνίας, ἀνέλαβον σφᾶς πάλιν κατὰ μικρόν· ἦρξαν δὲ Πύρρου στρατεύσαντος εἰς Ἰταλίαν τέτταρες συνοῦσαι πόλεις, ὧν ἦσαν Πάτραι καὶ Δύμη· εἶτα προσελάμβανόν τινας τῶν δώδεκα πλὴν Ωλένου καὶ Ἑλίκης, τῆς μὲν οὐ συν ελθούσης, τῆς δ ̓ ἀφανισθείσης ὑπὸ κύματος.

25

2. Εξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ελικωνίου Ποσειδῶνος, ὃ καὶ νῦν ἔτι τιμῶσιν Ἴωνες, καὶ θύουσιν ἐκεῖ τὰ Πανιώνια. μέμνηται δ', ὡς ὑπονοοῦσί τινες, ταύτης τῆς θυσίας Ὅμηρος, ὅταν φῇ·

13.

14. διετέλεσαν 19. τῶν add. edd.

1. ἐκεῖθε απ. 5. λακεδαιμονίᾳ Ι. 6. δ' om. acghino. ὠγύγου, et λυ sup. γοῦ eadem m. add., al ὠγυγούλου ο ώγυγουλοι g ὀγυγούλου 1 ὠγύλου n, sed γ supra a sec. m. add. Bk edd. 16. μετενέγκασται ο μετενέγκασον g. ante Μακεδόνων. 21. τὴν add. edd. ante Ιταλίαν. συνιοῦσαι no Cor., quae scriptura sane arridet. 23. τὰς λοιπὰς τῶν δώδεκα Pleth. 26. ] ὃν coniicit Grosk., simul ἐν Ἀσίᾳ inseri iubens post Ἴωνες parum probabiliter.

αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος

ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα.

τεκμαίρονταί τε νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν, μεμνημένον γε τῆς Πανιωνικῆς θυσίας, ἣν ἐν τῇ Πριη νέων χώρᾳ συντελοῦσιν Ἴωνες τῷ Ελικωνίῳ Ποσειδῶνι· ἐπεὶ 5 Α. 590 καὶ αὐτοὶ οἱ Πριηνεῖς ἐξ Ἑλίκης εἶναι λέγονται, καὶ δὴ πρὸς τὴν θυσίαν ταύτην καθιστᾶσιν ἄνδρα νέον Πριηνέα τὸν τῶν ἱερῶν ἐπιμελησόμενον. τεκμηριοῦνται δ ̓ ἔτι μᾶλλον τὸ προκείμενον ἐκ τῶν περὶ τοῦ ταύρου πεφρασμένων· τότε γὰρ νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν ταύτην Ἴωνες, ὅταν θυόμε- 10 νος ὁ ταῦρος μυκήσηται. οἱ δ ̓ ἀντιλέγοντες μεταφέρουσιν εἰς τὴν Ἑλίκην τὰ λεχθέντα τεκμήρια περὶ τοῦ ταύρου καὶ τῆς θυσίας, ὡς ἐκεῖ νενομισμένων τούτων καὶ τοῦ ποιητοῦ παραβάλλοντος τὰ ἐκεῖ συντελούμενα. κατεκλύσθη δ ̓ ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν. Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἰδεῖν 15 φησι τὸν τόπον, καὶ τοὺς πορθμέας λέγειν, ὡς ἐν τῷ πόρῳ ὀρθὸς ἑστήκει Ποσειδῶν χάλκεος, ἔχων ἱππόκαμπον ἐν τῇ χειρί, κίνδυνον φέροντα τοῖς δικτυεῦσιν. Ἡρακλείδης δέ φησι κατ' αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης C. 385 τῆς πόλεως ἀπὸ θαλάσσης, καὶ τούτου τοῦ χωρίου παντὸς σὺν 20 τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δ ̓ ὁμόροις νείμαι τὴν χώραν· συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Ποσειδώνος· τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας 25 τοῦ Ποσειδώνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν· οὐ δόντων δέ, πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν· τῶν δὲ ψη

7. βαλ

2. ἑλκόμενος om. Ε. 3. νεώτεροι Ι. 6. λέγεται Begm. σιλέα ante καθιστᾶσιν add. Bigt edd. 9. παρὰ acgh. 12. ληνικὴν agino. 14. κατελύθη no, sed in hoc κ et a sec. n. add. δ ̓ ἡ] δὲ ε δὴ ald. 15. Λευκτρικῶν] τρωικῶν Κ.

16. φασι acgh.
δ

ὡς] καὶ g. 18. καθ ̓ αὑτὸν Βὶ καθ ̓ αὑτὸ k ald. 19. στα ἐχού
σης α σταδίους ἐχούσης ghino (sed in hoc διεχούσης sec. m. add.)
στάδια ἐχούσης c. 21. περὶ gh. 22. μὴ — ἐκ τῆς om. c.
περὶ 8.

25.

φισαμένων, οὐδ ̓ ὡς ὑπακοῦσαι· τῷ δ ̓ ἑξῆς χειμῶνι συμβῆναι τὸ πάθος, τοὺς δ ̓ Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν. Ἡσίοδος δὲ καὶ ἄλλης Ελίκης μέμνηται Θετταλικῆς.

3. Εἴκοσι μὲν δὴ ἔτη διετέλεσαν γραμματέα κοινὸν ἔχοντες 5 καὶ στρατηγοὺς δύο κατ ̓ ἐνιαυτὸν οἱ Ἀχαιοί, καὶ κοινοβούλιον εἰς ἕνα τόπον συνήγετο αὐτοῖς, ἐκαλεῖτο δὲ † Αρνάριον, ἐν ᾧ τὰ κοινὰ ἐχρημάτιζον καὶ οὗτοι καὶ Ἴωνες πρότερον· εἶτα ἔδο- Α. 591 ξεν ἕνα χειροτονεῖσθαι στρατηγόν. Ἄρατος δὲ στρατηγήσας ἀφείλετο Αντίγονον τον Ακροκόρινθον, καὶ τὴν πόλιν τοῖς 10 Αχαιοῖς προσέθηκε, καθάπερ καὶ τὴν πατρίδα· προσελάβετο δὲ καὶ Μεγαρέας· καὶ τὰς παρ ̓ ἑκάστοις τυραννίδας καταλύων Ἀχαιοὺς ἐποίει τοὺς ἐλευθερωθέντας· τὴν δὲ Πελοπόννησον ἠλευθέρωσε τῶν τυραννίδων, ὥστε καὶ Ἄργος καὶ Ἑρμιὼν καὶ Φλιοῦς καὶ Μεγάλη πόλις, ἡ μεγίστη τῶν ἐν 15 Αρκαδία, προσετέθη τοῖς Ἀχαιοῖς, ὅτε δὴ καὶ πλεῖστον ηΰξηντο. ἦν δ ̓ ὁ καιρός, ἡνίκα Ῥωμαῖοι Καρχηδονίους ἐκ τῆς Σικελίας ἐκβαλόντες ἐστράτευσαν ἐπὶ τοὺς περὶ τὸν Πάδον Γαλάτας. μέχρι δὲ τῆς Φιλοποίμενος στρατηγίας συμμείναν τες ἱκανῶς οἱ Ἀχαιοὶ διελύθησαν κατ' ὀλίγον, ἤδη Ῥωμαίων

...

1. οὐδ ̓ οὕτως κ. 4. καὶ πέντε post δή add. Cor. ex Cas. coni., coll. Polybio II, 43. 6. Infra 387 Jovis nemus, Ρ in quo Achaeorum conventus habebantur, Αινάριον nominatur: utroque loco Ομάριον scripsit Cor. ex coni. Schweighaeuseri ad Polyb. V, 93, cui favet alius ciusdem auctoris locus (II, 39), quo Crotoniatae, Sybaritae, Cauloniatae Iovis Homarii fanum commune instituisse traduntur. Apud Strabonem vero cum utroque loco codices a tueantur in nominis initio, Αμάριον fortasse scriptum fuit, ita ut eadem fuerit in hac voce ambiguitas, quae in ἁμαρτη ει ἁμαρτῆ. 7. oi ante “Iovɛs add. l(?)no edd. 8. χειροτονηθῆναι Ι. 10. προσέλαβε ε. 11. καταλύων] κατ ̓ ἀλλήλων ac ghn, sed in duobus ultimis his postea add. καταλύων.

12. Post ελευ

θερωθέντας in a add. καὶ μετ' ολί: inde καὶ μετ ̓ ὀλίγον g καὶ μετ ̓
ὀλίγα chik (ex corr.) n edd., sed Coraes ast. inclusit. Breviatoris esse
haec verba liquet ex iis, quae p. 362 leguntur in Bls, unde intelligitur
simul omissa esse h. 1. nonnulla. 14. ἑρμιώνην colore rubro inter
versus add. η ερμιόνη Pleth. Cor. μεγαλόπολις Βl edd. μεγίστη πό
λις ο μεγήπολις n, sed μεγάλη colore rubro inter versus add.
15. προσ-
ετέθησαν ο Cor. αὔξηνται no.

[ocr errors]

ἐχόντων τὴν Ἑλλάδα σύμπασαν καὶ οὐ τὸν αὐτὸν τρόπον ἑκάστους χρωμένων, ἀλλὰ τοὺς μὲν συνέχειν, τοὺς δὲ καταλύειν βουλομένων. † εἶτα λέγει αἰτίαν τοῦ ἐμπλατύνεσθαι τοῖς περὶ Ἀχαιῶν λόγοις τὸ ἐπὶ τοσοῦτον αὐξηθέντας, ὡς καὶ Λακεδαιμονίους ὑπερβαλέσθαι, μὴ ἀξίως γνωρίζεσθαι.

4. Ἡ δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι· μετὰ Σικυώνα Πελλήνη κεῖται· εἶτα Αἴγειρα δευτέρα τρίτη Αιγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα· τετάρτη Βούρα· μετ ̓ αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ἴωνες, μάχῃ κρατηθέντες ὑπ ̓ Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέ- 10 C. 386 πεσον ἐνθένδε· μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς Α. 592 καὶ Φαρεῖς· εἶτ ̓ Ώλενος, παρ ̓ ὃν [Πεῖρος] ποταμὸς μέγας * Μέσ

ων

λας*· εἶτα Δύμη καὶ Τριταιεῖς. Οἱ μὲν οὖν Ἴωνες κωμηδὸν ᾤκουν, οἱ δ' Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνφκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς 15 εἰς Αἴγειραν (Αἰγαῖοι δ' ἐλέγοντο οἱ ἐνοικοῦντες), Ωλενον δὲ εἰς Δύμην. δείκνυται δ ̓ ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ

3. εἶτα

[ocr errors]

8.

γνωρίζεσθαι om. Bnok, sed in hoc in marg. postea add. Coracs haec verba ast. inclusit; ad Polybium ca referenda esse falso censuerunt Cas. et Grosk.: breviatoris sunt, qui Strabonis argumenta contrahenda esse putavit, quod idem factum est supra p. 366 extr. ἐμπλατύνασθαι Cor. 5. αξίους (?)ald. 7. διηρημένη (?) ald. Ποσειδώνος om. g. ἔχουσαι ghi. 9. καταφεύγεισαν 8 κατέφυγον no. 12. Πείρος add. Cor. ex sent. Cas., coll. Herod. I, 145, quem manifesto sequitur Strabo h. I., et Paus. VII, 18, 2. 22, 1. Ego quoque adiectum esse a Strabone existimo hoc nomen, quod ut omitteretur factum videtur similitudine verborum παρ ̓ ὃν. Μέλας om. Cor. recte, ut opinor: quamquam Melas fluvius una cum Crathide inter amnes ex Erymantho profluentes nominatur a Dionys. Perieg. v. 416. cf. Callim. hymn. Jov. 22. Vix enim credibile est tertium nomen praeter duo supra p. 342 allata habuisse hunc fluvium, eoque usum esse Strabonem nulla illorum facta mentione. Neque si nomen hoc esset fluvii, positus eius magnopere placeret: quam facile contra oriri potuerit luxurians haec scriptura sponte sua patet. Ceterum codicibus concinit Eust. ad II. B, 574 p. 292 in. R. 14. ᾤκουν] ὤεσθαι cg. 15. μερίδων om. l.

17. δ ̓ ἴχνος Bl edd.

καὶ ante τὰς add. i.
ad 11. B, 617 p. 304, 21 R.

χν

δ ̓ ἴ ah δ ̓ ἴχνη cino Eust

παλαιοῦ τῶν Ωλενίων κτίσματος· αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκλη πιοῦ ἱερὸν ἐπίσημον, [] Δύμης μὲν ἀπέχει τεσσαράκοντα στα δίους, Πατρῶν δὲ ὀγδοήκοντα. ὁμώνυμοι δ ̓ εἰσὶ ταῖς μὲν εἰ γαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτί5 σμα, καὶ αὐτὸ ἴχνη σώζον μόνον. ὁ δὲ ποιητὴς τοῦ μὲν ἐν Αχαΐᾳ Ωλένου οὐ μέμνηται, ὥσπερ οὐδ ̓ ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγει·

10

15

Αιγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ ̓ Ἑλίκην εὐρεῖαν.

τοῦ δ ̓ Αιτωλικοῦ μέμνηται, ὅταν φῇ·

[ο] Πλευρῶν ἐνέμοντο καὶ Ωλενον.

τὰς δ ̓ Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήν,

οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ ̓ ἀνάγουσι· ὅταν δὲ φῇ·

Αἰγάς, ἔνθα τέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης·
ἔνθ ̓ ἵππους ἔστησε Ποσειδάων·

ων

βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφ ̓ ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι· ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι ἡ πραγματεία πεποίηται ἡ περὶ τὸν Τρωικὸν πόλεμον. πρὸς δὲ ταῖς Αχαϊκαῖς Αἰγαῖς ὁ Κρᾶθις ῥεῖ ποταμός, ἐκ δυεῖν ποταμῶν 20 αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων· ἀφ ̓ οὗ καὶ ὁ ἐν Ἰταλίᾳ Κρᾶθις.

5. Εκάστη δὲ τῶν δώδεκα μερίδων ἐκ δήμων συνειστήκει ἑπτὰ καὶ ὀκτώ· τοσοῦτον εὐανδρεῖν τὴν χώραν συνέβαινεν. ἔστι δ ̓ ἡ Πελλήνη στάδια ἑξήκοντα τῆς θαλάττης υπερκειμένη,

[merged small][ocr errors][merged small][ocr errors][merged small][merged small][merged small]

ἐπωνυμίαν Ε. ἔχων om. g.

16.
416.

20. κρίνασθαι agh.

δ

[ocr errors]

τὴν

23. καὶ] ἢ Cor. 24. στα α στα

δίων ο σταδίοις no σταδίους Pleth.: στάδια habet praeter reliquos co292 R. τῇ θαλάσσῃ acgh, sed

dices etiam Eust. ad Il. B, 574 Ρ. in hoc supra add. τῆς θαλάσσης.

[ocr errors]
« PreviousContinue »