Page images
PDF
EPUB

A. 584

C. 381

5

καὶ καθ ̓ αὑτοὺς πολιτεύεσθαι, προσθέσθαι τε τοῖς Ῥωμαίοις,
ἀποστάντας Κορινθίων καὶ κατασκαφείσης τῆς πόλεως συμ-
μεῖναι. φέρεται δὲ καὶ χρησμὸς ὁ δοθείς τινι τῶν ἐκ τῆς
Ἀσίας ἐρωτῶντι, εἰ λώιον εἴη μετοικεῖν εἰς Κόρινθον·
εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ ̓ εἴην Τενεάτης·
ὅπερ κατ ̓ ἄγνοιάν τινες παρατρέπουσιν, ἐγὼ δ ̓ εἴην Τεγεάτης.
λέγεται δ ̓ ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν. δοκεῖ δὲ
καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τέννου
τοῦ Κύκνου, καθάπερ εἴρηκεν Αριστοτέλης· καὶ ἡ τοῦ Ἀπόλ
λωνος δὲ τιμὴ παρ ̓ ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ 10
σημεῖα.

23. Κορίνθιοι δ' ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳ τε συνεφιλο-
νείκησαν, καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε
τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρη
σαν καταντλῆσαι βόρβορον. ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων, 15
ὧν ἐξήμαρτον, ἔτισαν δίκας αὐτίκα· πεμφθείσης γὰρ ἀξιολό
γου στρατιᾶς, αὐτή τε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου, καὶ
τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένοντο, ἐν ἄλλοις ἄλ
λων πεμπομένων στρατηγῶν· τὴν δὲ χώραν ἔσχον Σικυώνιοι
τὴν πλείστην τῆς Κορινθίας. Πολύβιος δὲ τὰ συμβάντα περὶ 20
τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρα-
τιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀνα-
θήματα. φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ' ἐδά-
φους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων. ὀνομάζει
δ ̓ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ ̓ οὗ τινες εἰρῆ- 25
σθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ τὸν Ηρακλέα τὸν

[ocr errors]

3. ὅτι τι

2. συμμεῖναι] συμβῆναι Blk (sed hic postea corr.).
νὸς τεγεάτου χρωμένου ἐν δελφοῖς — ἀνεῖλεν ὁ Θεός. Epit. 4. Ασέας
pro Ασίας suspicatur Cor. εἰ λώιον] ἀλώιον αξ ἀλλώιον η λῷον ο.
5. κόρινθος, et sup. ead. m. θιος, α, similiter κορίνθιος subscriptum
in c; κορίνθιος exhibent Bgk Eust. ad Il. B, 607 p. 301, 39 R.: cf.
Steph. s. v. Γενεά, Suidas s. v. εὐδαίμων. 7. πόλυκος αν πόλικος g.
18. ἐγένετο Β (ex corr.
similiter usurpatum v. Ι,
24. πεττεύοντες ας.

8. και om. Cas. 17. στρατείας acglk.
sec. m.: antea ἐγένοντο) Ikno edd.: pluralem
26. 61. II, 120. 22. περὶ] παρὰ acglio.
25. αὐτὰς Β (ex corr. sec. m., antea αὐτῶν) no.

καταπονούμενον τῷ τῆς Δηιανείρας χιτώνι. τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ ἐν Ῥώμῃ κάλλιστον ἔργον ἑωρῶμεν· ἐμπρησθέν τος δὲ τοῦ νεώ, συνηφανίσθη καὶ ἡ γραφὴ νεωστί. σχεδὸν 5 δέ τι καὶ τῶν ἄλλων ἀναθημάτων τῶν ἐν Ῥώμῃ τὰ πλεῖστα καὶ ἄριστα ἐντεῦθεν ἀφῖχθαι· τινὰ δὲ καὶ αἱ κύκλῳ τῆς Ῥώ μης πόλεις ἔσχον. μεγαλόφρων γὰρ ὢν μᾶλλον ἢ φιλότεχνος ὁ Μόμμιος, ώς φασι, μετεδίδου ῥᾳδίως τοῖς δεηθεῖσι. Δεύ- Α. 585 κολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα 10 χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμή σων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ ̓ ἀποδώσων· οὐκ ἀπέδωκε δέ, ἀλλ ̓ ἀνέθηκε, κελεύσας αἴρειν, εἰ βούλεται· πράως δ ̓ ἤνεγ κεν ἐκεῖνος, οὐ φροντίσας οὐδέν, ὥστ ̓ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον. πολὺν δὲ χρόνον ἐρήμη μείνασα ἡ Κόρινθος, άνε15 λήφθη πάλιν ὑπὸ Καίσαρος τοῦ Θεοῦ διὰ τὴν εὐφυΐαν, ἐποίκους πέμψαντος τοῦ ἀπελευθερικοῦ γένους πλείστους· οἳ τὰ ἐρείπια κινοῦντες καὶ τοὺς τάφους συνανασκάπτοντες εὕρισκον ὀστρακίνων τορευμάτων πλήθη, πολλὰ δὲ καὶ χαλκώματα αν- Α. 586 μάζοντες δὲ τὴν κατασκευήν, οὐδένα τάφον ἀσκευώρητον εἴα20 σαν, ὥστε εὐπορήσαντες τῶν τοιούτων καὶ διατιθέμενοι πολλοῦ Νεκροκορινθίων ἐπλήρωσαν τὴν Ῥώμην· οὕτω γὰρ ἐκά- C. 382 λουν τὰ ἐκ τῶν τάφων ληφθέντα, καὶ μάλιστα τὰ ὀστράκινα. κατ ̓ ἀρχὰς μὲν οὖν ἐτιμήθη σφόδρα ὁμοίως τοῖς χαλκώμασι τοῖς Κορινθιουργέσιν, εἶτ ̓ ἐπαύσαντο τῆς σπουδῆς, ἐκλιπόν

terminatio non ex-
3. ἑωράκαμεν no,
6. άδιστα α

18. του

1. δηιανείσως χίτωνος g (alterius enim vocis pressa in a). 2. δημητρηίῳ agko δημητρίω hi. spectavimus Guar. 5. τὰ post και add. ald. αδιτα 5 ἄδικα hi ἥδιστα no, aspectu suavissima Guar. Pro verbis zai ἀφίχθαι exhibetur ἠφανίσθη in c(?). — ἀφίκται Cor., commodius sane: sed v. ad p. 372. 8. λεύκουλος (?)kno ald. ρεύματα acgh. – παμπλήθη i: inde οστράκινα τορεύματα παμπλήθη Vasa autem picta, quae hic videntur intelligenda, cum haud facile τορεύματα alibi dicta invenias, verbum illud in margine primum scriptum fuisse suspiceris ad explicandum χαλκώματα, atque inde in seriem receptum locum obtinuisse alienum, postremo in genitivum transiisse. Verumtamen fatendum est, commodissime hoc loco adiici substantivum.

Cor.

των τῶν ὀστράκων, καὶ οὐδὲ κατορθουμένων τῶν πλείστων. ἡ μὲν δὴ πόλις ἡ τῶν Κορινθίων μεγάλη τε καὶ πλουσία διὰ παντὸς ὑπῆρξεν, ἀνδρῶν τε ηὐπόρησεν ἀγαθῶν εἴς τε τὰ πολιτικὰ καὶ εἰς τὰς τέχνας τὰς δημιουργικάς· μάλιστα γὰρ καὶ ἐνταῦθα καὶ ἐν Σικυῶνι ηὐξήθη γραφική τε καὶ πλαστικὴ καὶ 5 πᾶσα ἡ τοιαύτη δημιουργία. χώραν δ ̓ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ἀφ ̓ οὗ πάντες ὀφρυόεντα Κόρινθον εἰρήκασι, καὶ παροιμιάζονται·

Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται.

24. Ορνεαὶ δ ̓ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, 10 νῦν μὲν ἔρημοι, πρότερον δ ̓ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφ ̓ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐ φρόνιος Ορνεάτην καλεῖ τὸν Θεόν· κεῖνται δ ̓ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι. Αραιθυρέα δ' ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δ ̓ εἶχεν ὁμώνυμον τῇ 15 χώρα πρὸς ὄρει Κηλώσσῃ· οἱ δ ̓ ὕστερον ἀναστάντες ἐκεῖθεν προ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα· τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρ

1. κατωρθωμένων Cor. 2. δὴ] οὖν kno ald.
μεγίστη ε. 3. ηὐπόρηκεν (?) Cas.
6. σφόδρα] λίαν no.

kno ald. om. l.

11. Β, 570 p. 290, 44 R. et 595 ex Epit. 10. παρρέοντι ak. ποιάπια acghi.

ἡ ante τῶν om. 4. καὶ post γὰρ

9. ὀφρύεται καὶ codd. et Εust. ad p. 298, 16 R. Verum restituit Xyl. 12. πριάμου ag. τὰ om. hi. Euphronium hunc a Strabone commemoratum non diversum esse ab Euphorione Chersonesita, quem Priapeia carmina fecisse tradit Hephaestio de metr. XV, 59, recte haud dubie censuit Meinekius (v. Anal. Alexandr. p. 345; cf. Lennep. ad Terent. Maur. p. 371): qui cum primum Strabonem ex Hephaestione emendandum esse iudicasset, postea in Add. p. 406 propter omnium codicum meorum consensum dubitat, quaenam forma verior habenda sit. Neque ego certum quidquam affirmaverim: sed cum omnes codices Straboniani h. 1. unius modo habeant auctoritatem (v. ad 379 extr.), haud iniuria Hephaestio

[ocr errors]

16.

nis scriptura praeferenda esse videatur. 13. πέ α πέδου Ε. κοιλώσσῃ ald.: codicum scripturae concinit Eust. ad Il. Β, 571 p. 291, 21 R. 17. πρὸς edd. inde a Cas., quae praepositio nihilo commo

dior est: nescio an άлò scribendum sit.

σταδίους 1 στα αΕ στάδια 5.

[blocks in formation]

χὴν Ἀσωπὸς ὁ † παραρρέων τὴν Σικυωνίαν καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας. ἔστι δ ̓ Ἀσωπὸς καὶ Α. 587 ὁ παρὰ Θήβας ῥέων και Πλαταιὰς καὶ Τανάγραν, ἄλλος δ ̓ ἐστὶν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων, ἣν Παρα5 σωπίους ὀνομάζουσι, τέταρτος δ ̓ ὁ ἐν Πάρῳ. κεῖται δ ̓ ὁ Φλιοἷς ἐν μέσῳ Σικυωνίας, Αργείας, Κλεωνῶν καὶ Στυμφάλου, κύκλῳ περιεχόμενος τιμᾶται δ ̓ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δ ̓ οὕτω τὴν Ἥβην.

25. Τὴν δὲ Σικυῶνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ 10 πρότερον Αιγιαλούς· † ἀνῳκίσθαι δ ̓ αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίους, οἱ δὲ δώδεκά φασιν, ἐπὶ λόφον ἐρυμνὸν Δή μητρος· τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα. ὁρί ζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα. ἐτυ ραννήθη δὲ πλεῖστον χρόνον, ἀλλ ̓ ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς 15 ἄνδρας ἔσχεν, Ἄρατον δ ̓ ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν λευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε, παρ ̓ ἑκόντων λαβὼν τὴν ἐξου σίαν, καὶ τὸ σύστημα ηύξησε, προσθεὶς αὐτῷ τήν τε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς. Ὑπερησίην δὲ καὶ τὰς ἑξῆς C. 383 πόλεις, ἃς ὁ ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν 20 ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.

1. Asopus cum, ipso Strabone teste (v. IX, 408), Sicyoniam non praeterfluxerit, sed permcarit, την Σικυῶνα coniicit Cor. valde probabiliter; multo minus placet διαρρέων, quod proponit Grosk., Sicyona non ad Asopum sitam fuisse cum Mannerto (v. Geogr. ant. VIII p. 379) falso statuens: cf. Puillon Boblaye l. 1. p. 31. ἀσωπίων απ. 3. περὶ compendium in a) Eust. 5. φλιούς Ε.

et sic paulo post ghi (ambiguum est scripturae 1. 1. 4. πρασωπίους ach προσωπίους g. γίας Ε.

6. ἀρ

7. κύκλος g, qui error ortus est ex male intellecto scripturae compendio in a. 10. ἀνῴκισται Eust. 1. 1. mutata loci structura: ἀνώκισε Cor. ex coni. Cas., qui vel ita scribendum, vel ὑπὸ Δημητρίου pro Δήμητρος coniecit coll. Diod. XX, 102. Plut. Demetr. c. 25. Prior ratio propius ad codicum scripturam accedit, si praesertim ΑΝΩΙΚΙΣΕΝ antiquitus scriptum fuisse statuas, quae scriptura est frequentissima. 11. στάδια (?)k ald. σταδίους edd. inde a Cas. ἐπὶ λόφου ἐρυμνοῦ Eust. 1. 1. Δημήτριος Cor. ex coni. Cas. 13. νεμέα ah. Ceterum τὴν Νεμεάδα καλουμένην χαράδραν hunc amnem appellat Aeschines (περὶ παραπρεσβ. §. 168 Bekk.), τὸν Νεμέαν ποταμὸν Diod. XIV, 83: nescio an hic quoque Νεμέας scriptum fuerit. 18. ὑπερησίαν Ε.

CAPUT VII.

1. Ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκράτουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰγιάλεια, καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστερον δ ̓ ἀπ ̓ ἐκείνων Ἰωνία, καθάπερ καὶ ἡ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου. φασὶ 5 δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παίδων παραδοῦναι τὴν ἀρχήν, τοὺς δ ̓ ἄλλους ἔξω διαπέμψαι, ζητήσοντας ἵδρυσιν ἕκαστον αὐτῷ· ὧν Δῶρος μὲν Α. 588 τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύ- 10 μους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυγατέρα γήμας ᾤκισε τὴν Τετράπολιν τῆς Ἀττικῆς, Οινόην, Μαραθώνα, Προβάλιν θον καὶ Τρικόρυθον. τῶν δὲ τούτου παίδων Αχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα, καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κληθῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετ ̓ Εὐμόλ. 15 που νικήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν, ὥστ ̓ ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι. ὁ δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους· τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε, τοὺς δὲ δημιουργούς, τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλακας· τοιαῦτα δὲ πλείω δια- 20 τάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν. οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσε, ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν, ἣν κατέσχον, ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντ ̓ Αἰγιάλου κληθεῖσαν, οἵ τε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσηγο- 25 ρεύθησαν, εἰς δώδεκα πόλεις μερισθέντες. μετὰ δὲ τὴν Ἡρα κλειδῶν κάθοδον ὑπ ̓ Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς

9. ζηὁμωνύμους

7. τῶν] τὴν ἐπo Cor. δυναστεύσαντα Bk(??) ald. τήσαντας k ald. 10. παρνασὸν codd., exc. E, edd. aghin. 11. αὐτοὺς ag. 13. τρικόρινθον h. 17. τὴν πόλιν k. 18. τὸ πλῆθος] τὸ χωρίον k. 20. τοὺς δὲ φύλακας, omisso τετάρ τους, no. 21. σαυτοῦ ag αὐτοῦ ἐ. καὶ post δὲ add. h. πολυανδρίσαι aeg πολυανδρίᾳ τῇ χώρᾳ ἐ πολυανδρήσασαν πο. 24. aiγιαλείας Bk edd.: cf. p. 333. 26. μετὰ] κατὰ κ. ᾑρακλείδα 8.

[ocr errors]
[ocr errors]

-

ἡρακλείδου C

« PreviousContinue »