Page images
PDF
EPUB

καταστροφῆς τις, ἀνυμέναιος, ἄθλιος,

ἄνυμφος οὗτος ἐπικαλεῖτ ̓ ἐν τοῖς ἐκεῖ.

ταῦτα γὰρ ὁμολογεῖται μὲν καὶ παρὰ τῶν ἄλλων. οὐκ εἰκὸς δὲ τοὺς αὐτοὺς ἅμα μὲν ἄθλιον νομίζειν βίον τὸν μὴ μετὰ 5 πολλῶν γυναικῶν, ἅμα δὲ σπουδαῖον καὶ δίκαιον τὸν τῶν γυναικῶν χῆρον. τὸ δὲ δὴ καὶ θεοσεβεῖς νομίζειν καὶ καπνοβά τας τοὺς ἐρήμους γυναικῶν σφόδρα ἐναντιοῦται ταῖς κοιναῖς ὑπολήψεσιν. ἅπαντες γὰρ τῆς δεισιδαιμονίας ἀρχηγοὺς οἴονται τὰς γυναῖκας· αὗται δὲ καὶ τοὺς ἄνδρας προκαλοῦνται 10 πρὸς τὰς ἐπὶ πλέον θεραπείας τῶν θεῶν καὶ ἑορτὰς καὶ που τνιασμούς· σπάνιον δ ̓ εἴ τις ἀνὴρ καθ ̓ αὑτὸν ζῶν εὑρίσκεται τοιοῦτος. ὅρα δὲ πάλιν τὸν αὐτὸν ποιητήν, ἃ λέγει εἰσάγων τὸν ἀχθόμενον ταῖς περὶ τὰς θυσίας τῶν γυναικῶν δαπάναις καὶ λέγοντα·

15

20

ἐπιτρίβουσι δ ̓ ἡμᾶς οἱ θεοί,

μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα
ἄγειν ἑορτὴν ἔστ ̓ ἀνάγκη·

τὸν δὲ μισογύνην, αὐτὰ ταῦτα αἰτιώμενον·
ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,

ἐκυμβάλιζον δ ̓ ἑπτὰ θεράπαιναι κύκλῳ,

αἱ δ ̓ ὠλόλυζον.

τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζε σθαι παράλογόν τι ἐμφαίνει· τὸ δ ̓ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ 25 ἀπιστητέον * καὶ ἐμψύχων ἀπέχεσθαι δι ̓ εὐσέβειαν* καὶ ἐκ τῆς ἄλλης ἱστορίας.

1. καστροφητις (s. acc.) Η καταστροφήτις BCL. Tzsch. corr. ex Tyrwh. coni. 2. ἐπικαλεῖται τ ̓ ἐν ἡ ἐπικαλεῖται τὰ ἐν C ἐπικαλεῖ ται ἐν Bl Xyl. corr. 7. ἐρήμων ΑΒ (ex corr.). 13. δαπάναις] ἀπάταις codd. Cor. corr. Idem viderat Meinek. in fragm. Menandri. 21. κανωλόλυζον Cor. 24. θ' ὧν Cor. εὐσέβειαν incommodissime h. 1. legi Pleth. sentiens transposuit post σπουδὴν praefixo ὡς. Eum secutus est Cor. mutato ὡς in ὥστε. Quod quam improbabile sit multis ostendere non attinet. Videntur potius haec recepta esse ex margine, ubi adnotaverat aliquis ad verba ἔκ τε ὧν εἶπε Ποσειδώνιος: cf. p. 296.

16. αἰεὶ Τzsch. Cor. 25. καὶ ἐμψύχων

Strabo. II.

[ocr errors]

2

5. Λέγεται γάρ τινα τῶν Γετῶν, ὄνομα Ζάμολξιν, δουλεῦσαι Πυθαγόρα, καί τινα τῶν οὐρανίων παρ' ἐκείνου μα θεῖν, τὰ δὲ καὶ παρ' Αιγυπτίων, πλανηθέντα καὶ μέχρι δεῦρο· ἐπανελθόντα δ ̓ εἰς τὴν οἰκείαν σπουδασθῆναι παρὰ τοῖς ἡγε μόσι καὶ τῷ ἔθνει, προλέγοντα τὰς ἐπισημασίας· τελευτώντα 5 δὲ πεῖσαι τὸν βασιλέα κοινωνὸν τῆς ἀρχῆς αὐτὸν λαβεῖν, ὡς τὰ παρὰ τῶν θεῶν ἐξαγγέλλειν ἱκανόν· καὶ κατ ̓ ἀρχὰς μὲν ἱερέα κατασταθῆναι τοῦ μάλιστα τιμωμένου παρ ̓ αὐτοῖς θεοῦ, C. 298 μετὰ ταῦτα δὲ καὶ Θεὸν προσαγορευθῆναι, καὶ καταλαβόντα Α. 457 ἀντρῶδές τι χωρίον ἄβατον τοῖς ἄλλοις ἐνταῦθα διαιτᾶσθαι, 10 σπάνιον ἐντυγχάνοντα τοῖς ἐκτός, πλὴν τοῦ βασιλέως καὶ τῶν θεραπόντων· συμπράττειν δὲ τὸν βασιλέα, ὁρῶντα τοὺς ἀνθρώπους προσέχοντας ἑαυτῷ πολὺ πλέον ἢ πρότερον, ὡς ἐκφέροντι τὰ προστάγματα κατὰ συμβουλὴν θεῶν. τουτὶ δὲ τὸ ἔθος διέτεινεν ἄχρι καὶ εἰς ἡμᾶς, ἀεί τινος εὑρισκομένου τοι- 15 ούτου τὸ ἦθος, ὃς τῷ μὲν βασιλεῖ σύμβουλος ὑπῆρχε, παρὰ δὲ τοῖς Γέταις ὠνομάζετο Θεός· καὶ τὸ ὄρος ὑπελήφθη ἱερόν, καὶ προσαγορεύουσιν οὕτως· ὄνομα δ ̓ αὐτῷ Κωγαίονον, ὁμώνυμον τῷ παραρρέοντι ποταμῷ. καὶ δὴ ὅτε Βυρεβίστας ἦρχε τῶν Γετῶν, ἐφ ̓ ὃν ἤδη παρεσκευάσατο Καῖσας ὁ Θεὸς στρα- 20 τεύειν, Δεκαίνεος εἶχε ταύτην τὴν τιμήν· καί πως τὸ τῶν ἐμψύχων ἀπέχεσθαι Πυθαγόρειον τοῦ Ζαμόλξιος ἔμεινε παρα

δοθέν.

1. ζάλμοξιν C.

[ocr errors]

17. υπελείφθη codd.

19.

18. κωγαίωνον edd.
effertur hoc nomen p. 303.

2. ἐκείνῳ ΑΒ. 4. οἰκίαν ald. 7. ἐξαγ γέλλειν C. καὶ om. ald. 14. τοῦτο Χyl. 15. τοιούτου παρ αὐτοῖς Pleth. βυβίστας C Βοιρεβίστας Cor. atque ita 304, sed XVI p. 762 v denuo exhibent codd. Neutri concinit Jornandes de reb, Get. c. XI, ubi leguntur haec: „Dehinc regnante in Gothis Sitalco Boroista, Diceneus venit in Gothiam, quo tempore Sylla potitus est principatu: quem Diceneum suscipiens Boroista dedit ei paene regiam potestatem.' Ad alteram formam defendendam hoc afferri possit, quod saepius or in codicibus Strabonis vidimus in v corruptum (v. ad p. 295), quam v in o. Sed hoc quidem incertum. 21. δεκαίνεως 4; αι in hoc nomine codd. servant etiam p. 304: sed Δεκί νεος praebent XVI p. 762, neque in Jornande quidquam est auxilii ad verum definiendum. 22. πυθαγόριον Α. ὑπὸ ante του add. Pl.

[ocr errors]

6. Τοιαῦτα μὲν οὖν [οὐ] κακῶς ἄν τις διαποροίη περὶ τῶν κειμένων παρὰ τῷ ποιητῇ, περί τε Μυσῶν καὶ ἀγαθῶν Ἱππημολγῶν· ἃ δ ̓ Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ Περὶ νεῶν προοιμιαζόμενος εἴρηκεν, ἥκιστα λέγοιτ' ἄν. ἐπαινεῖ γὰρ Ερα5 τοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς τὰ μὲν Ἑλληνικὰ εἰδέναι, τῶν δὲ πόρρω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδῶν ὄντας, ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι. συνηγορῶν δὲ τούτοις Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι, που 10 λύκνημον δὲ τὸν Ἐτεωνόν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Αλίαρτον· τὰ δ ̓ ἄποθεν οὔτ ̓ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους. ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόντων εἰς τὸν Πόντον, μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου, Τανάιδος, Βορυσθένους, Ὑπάνιος, Φάσιδος, Θερμώ 15 δοντος, Αλυος· ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πλάττειν δὲ ἀγαυούς τινας Ἱππημολγοὺς καὶ Γαλακτοφάγους Ἀβίους τε. Παφλαγόνας τε τοὺς ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν Α. 458 πεζῇ τοῖς τόποις πλησιασάντων, τὴν παραλίαν δὲ ἀγνοεῖν· καὶ εἰκότως γε. ἄπλουν γὰρ εἶναι τότε τὴν θάλατταν ταύτην, καὶ 20 καλεῖσθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν, καὶ μάλιστα τῶν Σκυθικών, ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων· ὕστερον δ ̓ Εὔξεινον κεκλῆσθαι, τῶν Ἰώνων ἐν τῇ πα- C. 299 ραλία πόλεις κτισάντων· ὁμοίως δ ̓ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυ 25 πτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσ

Cor. Idem voluerat Cas. atque expressit Guar.: ab Zamolzi tradi-
tis. Nec improbabile est praepositionem neglectam esse ob literarum
vicinarum similitudinem. 1. τοιαῦτα] ταῦτα Cor. οὐ om. codd.
Cor. add. Ante eum Xyl. οὖν mutaverat in οὐ minus commode.
καλῶς l, idque rec. Cas. Altera tamen scriptura et auctoritate codicum
et sensu magis commendatur.
διαπορώη AC. 3. ἐν

προοιμιαζόμενος om. l.

[ocr errors]

τι C.

5. τοὺς om. ald. 8. συνηγορῶν καὶ Β εἰ συνηγορειῶν δὲ ex corr., συνηγορεῖν no. 15. πλάττειν] πάντας codd. Cor. corr. ex Villebrunii coni. coll. p. 300 et 308.

[blocks in formation]

17. μὲν

[blocks in formation]

χώσεις τοῦ πελάγους, ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάττης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αιθιοπίαν καὶ τὸν ὠκεανόν, εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι·

Αιθίοπας θ ̓ ἱκόμην καὶ Σιδονίους Ἀραβάς τε.

[ocr errors]

5

οὐ θαυμαστὸν δ ̓ εἶναι περὶ Ὁμήρου· καὶ γὰρ τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν· Ἡσίοδον μὲν Ημίκυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους, Αλκμᾶνα δὲ Στεγανόποδας, Αἰσχύλον δὲ Κυνοκεφάλους καὶ Στερ νοφθάλμους καὶ Μονομμάτους, * ἐν τῷ Προμηθεῖ φασι,* και 10 ἄλλα μυρία. ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ριπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργό νων καὶ Ἑσπερίδων κατοικίαν καὶ τὴν παρὰ Θεοπόμπῳ ΜεΑ. 459 ροπίδα γῆν, παρ ̓ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν, παρ ̓ Εὐημέρῳ

δὲ τὴν Παγχαίαν γῆν, παρ ̓ Ἀριστοτέλει δὲ ποταμίους λίθους 15
ἐξ ἄμμου, ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι· ἐν δὲ τῇ Λιβύη Διο-
νύσου πόλιν εἶναι, ταύτην δ ̓ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν
ἐξευρεῖν. ἐπιτιμᾷ δὲ καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέ
γουσι καθ' Ὅμηρον τὴν Ὀδυσσέως· εἰ γάρ, αὖ χρῆναι τὴν μὲν
πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι 20
μυθολογίας χάριν· καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλ-
λιμάχῳ δὲ μὴ πάνυ, μεταποιουμένῳ γε γραμματικῆς· ὃς τὴν μὲν
Γαῦδον Καλυψούς νῆσόν φησι, τὴν δὲ Κόρκυραν Σχερίαν· ἄλ
λους δ ̓ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων καὶ τοῦ Ἀκακησίου
καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου δ ̓ ἐν Πηλίῳ, Γλαυκωπίου 25

6. Huc referenda, quae in marg. A pr. m. paulo superius adnotata sunt: Χ ὅτι μεταγενέστερος ὁμήρου ἡσίοδος, ὃ μὴ βούλεται νικόλαος δαμασκηνὸς ἐν τῇ ἀρχαιολογίᾳ αὐτοῦ, καὶ ταῦτα ισόχρονος ὢν τοῦ παρόντος γεωγράφου στράβωνος. 10. ἐν φασι om. o(?) Cor., ac Strabonis non esse Heyn. ante eum suspicatus erat ad Apollod. P. 1106. Ex margine sine dubio huc illata sunt. φασι om. n φησι ald. 11. δειπέα AC ῥιπέα Β. 13. ὠγύιν Ο ὤγυεν [ ὠγύ γιον ik Cor. Idem Heyn. ad Apollod. p. 1105 tacite dedit, et Xylander expresserat. 15. παγχίαν codd. Xyl. corr. 18. ἐπιτεῖναι codd. ἐπιτείνει Xyl. nullo sensu: Cor. corr. ex Cas. coni.: cf. I, 44. αὖ] ἄν Cor. 22. γε] τε codd. Cas. corr. γερρήνων BCI Tzsch. corr.

19.

24. γερρηνων (sic) A

δ ̓ ἐν Ἀθήναις. τούτοις δὲ μικρά τινα προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα. τὸ μὲν γὰρ τοὺς ὕστε ρον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι * τὰ* περὶ τὰ τοιαῦτα 5 καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ δ ̓ οὕτω πέρα τοῦ μετρίου προάγειν, καὶ μάλιστα ἐφ ̓ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως, καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοί, περὶ τούτων τῷ ποιητῇ προφέρουσι. τὰ μὲν οὖν C. 300 ἄλλα ἐν τοῖς καθ ̓ ἕκαστα οἰκείας μνήμης τυγχάνει, τὰ δ ̓ ἐν 10 τοῖς καθόλου.

7. Νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν,

Μυσῶν τ ̓ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγών, Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων, βουλόμενοι συγκρῖναι τά τε ὑφ ̓ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου 15 λεχθέντα καὶ τὰ ὑπὸ τούτων· πρότερον δ ̓ ὅτι τὴν ἐπιχείρησιν ὑπεναντίαν τοῖς προτεθεῖσι πεποίηνται. προΰθεντο μὲν γὰρ δι δάξαι, διότι τῶν πόρρω τῆς Ἑλλάδος πλείων ἦν ἄγνοια τοῖς πρεσβυτέροις ἢ τοῖς νεωτέροις· ἔδειξαν δὲ τἀναντία, καὶ οὐ [κατα] τὰ πόρρω μόνον, ἀλλὰ καὶ τὰ ἐν αὐτῇ τῇ Ἑλλάδι. ἀλλ ̓, 20 ὡς ἔφην, τὰ ἄλλα μὲν ὑπερκείσθω, τὰ δὲ νῦν σκοπώμεν. Σκυ θῶν μὲν γὰρ [μὴ] μεμνῆσθαι κατ' ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ὠμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούν των καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, δι' οὓς Ἄξενος ὠνομάζετο ὁ πόντος, πλάττειν δ ̓ ἀγανούς τινας Ἱππημολγούς, 25 Γαλακτοφάγους βίους τε, δικαιοτάτους ανθρώπους, τοὺς οὐ δαμοῦ γῆς ὄντας. πῶς οὖν Ἄξενον ὠνόμαζον, εἰ μὴ ᾔδεισαν

1. τινα] τι ABCl τινα no, unde rec. Cas. 3. ἐμνήσθημεν] εἰ ρήκαμεν no. 4. τα om. edd. 5. πέραν k ald., unde Cor. rec., postquam Cas. recte mutaverat. 9. τυγχάνοι ΑΒ. 13. γαλακτοφά γων ΑΒ. 15. πρότερον h. 1. non convenire Strabonis sententiae Grosk. existimans προσθετέον reponendum censet, quod neque necessarium, neque commodum est. Respiciunt haec, ut opinor, ea quae disputavit supra I c. 2. 17. ὅτι Β edd. 18. ἔδειξε codd. Xyl. corr. 19. κατά om. codd. edd. Addendum esse vidit Grosk. τὰ ante ἐν om. Α. 21. μή om. Cl. Legitur in B (additum haud dubie sec. m.) τῆς] τοὺς Ε. 24. πλάττει codd. Xyl. corr.

knot: cf.

P.

298.

A. 460

« PreviousContinue »