Page images
PDF
EPUB

C. 352

A. 541

τοὺς οἰκείους, ὅσους οἷός τε ἦν, ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν,

πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,

τόσσα συῶν συβόσια,

τοσαῦτα δὲ καὶ αἰπόλια· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντή- 5 κοντα, ὑποπώλους τὰς πλείστας.

καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησι) Νηλήιον εἴσω,

ἐννύχιοι προτὶ ἄστυ,

ὡς μεθ ̓ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς
τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ 10
δὲ τῆς ἀφόδου γενομένης, ὥστ ̓ ἐννυχίους πρὸς τῷ ἄστει γενέ-
σθαι· περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων, οἱ Ἐπειοὶ τῇ
τρίτῃ τῶν ἡμερῶν, κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱπ-
πεῖς, ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον
περιεστρατοπέδευσαν. αἰσθόμενοι δ ̓ εὐθὺς οἱ Πύλιοι βοηθεῖν 15
ὥρμησαν· νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύ-
θεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειόν ἀφικνοῦνται·
τοῦτο δ ̓ ἐστὶ κατὰ μεσημβρίαν· θύσαντες δὲ τοῖς θεοῖς καὶ
νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς
ἕωθεν· λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης, οὐκ ἐπαύσαντο διώ- 20
κοντές τε καὶ κτείνοντες, πρὶν Βουπρασίου ἐπέβησαν

πέτρης τ' Ωλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη

καὶ ὑποβάς·

αὐτὰρ Ἀχαιοὶ

25

ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ ̓ ἔχον ωκέας ἵππους.

1. οἷόν τ ̓ ἦν kno.

Pleth. ηλίαν Α.

edd.

etiam

4. συῶν om. Ι.

ἐπελθὼν Β (sed si sup. ὧν sec. m. add.) 5. πεντήκοντα καὶ ἑκατὸν Βl 7. ἐλασάμεσθα Ι ἠλάσαμεθα Β, sed a sup. e sec. m. add., qua scriptum et άoauɛv in marg. adiectum est: idem hoc est φησὶν ἠλείων 4 (sed νηλήιον sec. m. sup. add.) ch φησὶν 9. γεγενημένης no ald. γενομένης om. l. 11. γενομένης ast. inclusit Cor. τὸ ἄστυ k edd. 13. πλήθη Bk, sed hic post corr. 16. μινύειον (?) edd. μινύηον hi μινήιον c. In 4 literae ηι corrosae et sec. m. restitutae sunt. 17. r

in o.

ἠλήιον Ι.

ἐφόδου bk ald.

δειοι 4.
πται ktg, sed in hoc sec. m. corr.

18. τοῖς θεοῖς om. Bl.

[blocks in formation]

29. Ἐκ τούτων δὴ πῶς ἂν ἢ τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις ἢ τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι, τούτου πορθουμένου, συνεπορθεῖτο καὶ ἡ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ηρακλέους· αὕτη δ ̓ ἐστὶν ἡ Ἠλεία. πῶς οὖν ἔμελλον οἱ συμ5 πεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δ ̓ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δ ̓ ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεύς, ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖ χρεῖος μέγ ̓ ὀφείλετ ̓ ἐν Ηλιδι δίῃ,

10

τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
ἐλθόντες μετ ̓ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι· τοὺς δ ̓ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ ̓ ἐλατῆρ ̓ ἀφίει·

εἰ δ ̓ ἐνταῦθα ᾤκει ὁ Νηλεύς, ἐνταῦθα καὶ ὁ Νέστωρ ὑπῆρχε. 15 πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίων

20

τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ ̓ ἀνδρὶ ἑκάστῳ

νῆες ἕποντο θοαί, πολέες δ ̓ ἔμβαινον Επειοί· εἰς τέτταρα δὲ καὶ ἡ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν ὁ Νέστωρ,

οἳ δὲ Πύλον τ ̓ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Επειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δ ̓, ἐκεῖ τῆς μάχης γενομένης, τρεφθέντες ἐπὶ Βουπρα σίου φεύγουσι; πάλιν δ ̓, εἰ τὸν Μεσσηνιακόν Πύλον ἐπόρ- C. 353 25 θησεν ὁ Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτ ̓ ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιών Νέστωρ, τοσαύτην περιελάσας

[merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

λείαν συῶν τε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐδὲ μα κροπορεῖν δύναται, πλειόνων ἢ χιλίων σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον; οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειόν ἥκουσι, πολιορκήσοντες τὸ φρούριον; πῶς δὲ ταῦτα τὰ χω- 5 ρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνία δυναστεύουσιν, ἐχόν των Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν; τὰ δὲ Γέρηνα ἢ τὴν Γερηνίαν (ἀμφοτέρως γὰρ λέγεται) τάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες· δύναται δὲ καὶ κατὰ τύχην οὕτως ωνομάσθαι τὸ χωρίον. τὸ δ ̓ ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμέ- 10 νης, ὑφ ̓ ᾧ καὶ ἡ Λακωνικὴ ἐτέτακτο (ὡς δῆλον ἔσται καὶ ἐκ Α. 542 τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Αλφειοῦ δ ̓ οὐδαμῶς, ὅς τ ̓ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ἧς ἐπῆρχεν ὁ Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος, εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρού- 15 μενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις, †πάνθ ̓ ὑπ ̓ ἐκείνῳ ποιών;

30. Λοιπὸν δ ̓ ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως. ἔστι δ ̓ ἐν τῇ Πισάτιδι τὸ ἱερόν, σταδίους τῆς λιδος ἐλάττους ἢ τριακοσίους διέχον· 20 πρόκειται δ ̓ ἄλσος ἀγριελαίων, ἐν ᾧ τὸ στάδιον· παραρρεῖ δ' ὁ Ἀλφειός, ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θά λατταν μεταξὺ δύσεως καὶ μεσημβρίας. τὴν δ ̓ ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός· ἐκείνου δ ̓ ἐκλειφθέντος, οὐδὲν ἧττον συνέμεινεν ἡ δόξα τοῦ ἱεροῦ, καὶ 25 τὴν αὔξησιν, ὅσην ἴσμεν, ἔλαβε διά τε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτην τε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων. ἐκοσμήθη δ ̓ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος· ὧν ἦν καὶ

7. πεισατῶν, sup. πι sec.

13. μέδωνος codd.

14. ὑπῆρχεν 1(3)

1. τε om. Bl. 6. τῇ om. edd. m. add., A. τέρηνα et τερηνίαν Acghino. (βίδωνος c), Tzsch. corr. ex Cas. coni.: cf Ρ. 360. ald. 16. και ante πάνθ' add. Bl edd. πάνθ' et mirum quidem est άr9' ac vix ferendum; neque tamen probabile, quod Grosk. suspicatur, αλλότρια post ποιῶν excidisse: nescio an ἄλλας scriptum fuerit. 19. πεισάτιδι Α. 28. ἁπάντων l ald.

ποιῶν om. Pleth.:

ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου, τοῦ Κοριν θίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τη λικοῦτον τὸ μέγεθος, ὡς, καίπερ μεγίστου ὄντος τοῦ νεώ, δο5 κεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς, ὥστ ̓ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλ- C. 354 λίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φει10 δίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὼν αὐτοῦ καὶ συνερ- Α. 543 γολάβος, πρός *τε* τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμη σιν, καὶ μάλιστα τῆς ἐσθῆτος. δείκνυνται δὲ καὶ γραφαὶ πολλαί τε καὶ θαυμασταὶ περὶ τὸ ἱερόν, ἐκείνου ἔργα. ἀπομνημο νεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθα 15 νόμενον, πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου, δι' ἐπῶν ἐκτεθεῖσαν τούτων· ἦ καὶ κυανέησιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων·

[ocr errors]

ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

κρατὸς ἀπ ̓ ἀθανάτοιο, μέγαν δ ̓ ἐλέλιξεν Ολυμπον.

20 εἰρῆσθαι γὰρ μάλα δοκεῖ καλῶς ἔκ τε τῶν ἄλλων καὶ τῶν

3. ἐποίησε ald.

restituit Tzsch.

[ocr errors]

· χαρμίνου codd., sed verum servavit Epit, unde 4. ὡς] ὅτι Acghino. Inde ab hoc fere loco foliorum margines per octavum nonumque librum corrosi et ea ratione, qua diximus in Praef. Vol. I p. x11 sq., restituti sunt in A. Ita igitur cum existeret ingens numerus locorum sec. m. scriptorum, eos tantummodo accuratius indicandos esse iudicavimus, qui aliquam ob causam viderentur memorabiles. 5. μὲν post καθήμενον add. Cor. 6. τῆς κορυ φῆς habet Εust. ad Il. 4, 528. 10. πάνδεινος ΑΒ sup. δει sec. m. add.) cglil πάνδαινος k Pleth. ald. Cor., atque incommodum sane est.

[ocr errors]

(sed in hoc αι 11. τε οπι. τῇ Α τὴν sec. m. sup. pos.) hi. τὴν post διὰ add. ald. 2012. τε post γραφαι add. ald. μέλλει Bchiklno ald. ποιήειν,

20. Verba εἰρῆσθαι - Sel

κατασκευὴν post ξοανὸν add. ald.
σμήσει A et v sec. m. sup. ει) hi.
14. καὶ post δὲ add. e Cor. 15.
et σ sec m. sup. add., 4 ποιεῖν 1 Cor.
Sas ita comparata sunt, sive spectas sententiam universam, sive singulas
partes dicendique genus, ut vix videantur esse Strabonis: magnopere ve-
reor ne ab eodem profecta sint, cui debentur quae supra p. 342. 345

asteriscis notanda esse censuimus.

ὀφρύων, ὅτι προκαλεῖται τὴν διάνοιαν ὁ ποιητὴς ἀναζωγρα φεῖν μέγαν τινὰ τύπον καὶ μεγάλην δύναμιν ἀξίαν τοῦ Διός, καθάπερ καὶ ἐπὶ τῆς Ἥρας, ἅμα φυλάττων τὸ ἐφ ̓ ἑκατέρῳ πρέπον· ἔφη μὲν γάρ,

σείσατο δ ̓ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον.

5

τὸ δ ̓ ἐπ ̓ ἐκείνης συμβὰν ὅλῃ κινηθείσῃ, τοῦτ ̓ ἐπὶ τοῦ Διὸς ἀπαντῆσαι ταῖς ὀφρύσι μόνον νεύσαντος, συμπαθούσης δέ τι καὶ τῆς κόμης· κομψῶς δ ̓ εἴρηται καὶ τὸ ὁ τὰς τῶν θεῶν εἰκόνας ἢ μόνος ἰδὼν ἢ μόνος δείξας. ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε 10 καὶ τιμῆς Ἠλεῖοι. κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπό τε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφ ̓ Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας ὁ βασιλεύων αὐτῶν κατελύθη. σημεῖον δέ· εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταρά κοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα. ὕστε- 15 ρον δέ, μετὰ τὴν τῶν Ἡρακλειδών κάθοδον, συνέβη τἀναντία. Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Επειοῖς κατὰ συγγένειαν παλαιὰν ηύξησαν τὴν Κοίλην Ηλιν καὶ τῆς τε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Α. 544 Ολυμπία ὑπ ̓ ἐκείνοις ἐγένετο· καὶ δὴ καὶ ὁ ἀγὼν εὕρεμά ἐστιν 20 ἐκείνων ὁ Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι

[ocr errors]

προκαλεῖ Β

1. ὅτι omisit Gas., post καλώς orationem incidens. (sed in marg. προκαλεῖται sec. m. add.) kl. 2. ἀξίαν om. k ald. 3. τῆς om. Bkl_ald. 4. ἔφη μὲν γάρ φησι Acghi ἔφη γὰρ Blk, sed in hoc μὲν post add. φησὶ γὰρ no Cor. 5. είσατο codd., sed absque spiritu in 4, σ postea add. in h; σείσατο praebet Epit, uti est in 11., 199. 6. ἐκείνῃ Bkl_ald. ὅλης κινηθείσης no Cor. 7. δέ τι (et η sup. a Cas.

8.

[ocr errors]

in marg. sec. m.

e pr. m. add.) 4 δ ̓ ἔτι c ald. δή τι g marg. n edd. inde κομψώς] κοσμίως habet Εust. ad Il. 4, 529 Ρ. 145 R. τὸ om. Αgi 9. μόνος om. c. ἰδὼν om. m, sed add. εἰδὼν: inde natum videtur εἰδὼς, quod Scrimger. co Cas. 10. τῆς] τοῖς Agh et in hoc post corr. Acghi ἐν ὀλυμπία πο. τε om. Β, sed sec. m. post add.

[ocr errors]

-

habet atque ab Ολυμπιάσιον

11. καὶ

17. τοῖς

μὲν γὰρ τρωικὰ (?). 12. των om. c. 14. τρωίαν ald.
om. Bklald. 19. πεισάτιδος Ach. 20. εύρημα (?)k edd.: v. su-
pra p. 303. At infra XIII, 622 omnes codd. in η conspirant: qua de re
cf. Lobeck, ad Phryn. p. 445. 21. ἐκείνοις Acgh. - ὁ om. 1(?) ald.

« PreviousContinue »