Page images
PDF
EPUB

Αλλ' ἔμπης καὶ τοῖσι μεμίζεται ἐσθλὰ κακοῖσιν.
Ζεὺς δ ̓ ὀλέσει καὶ τοῦτο γένος μερόπων ανθρώπων,
Εὖτ ̓ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
Οὐδὲ πατὴρ παίδεσσιν ὁμοίϊος, οὐδέ τι παῖδες,
Οὐδὲ ξεῖνος ξεινοδόκῳ, καὶ ἑταῖρος ἑταίρῳ,
Οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
Αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
Μέμψονται δ ̓ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
Σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδὲ μὲν οἶγε
Γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν,
Χειροδίκαι· ἕτερος δ ̓ ἑτέρου πόλιν ἐξαλαπάξει.
Οὐδέ τις ενόρκου χάρις ἔσσεται, οὔτε δικαίου,
Οὔτ ̓ ἀγαθοῦ· μᾶλλον δὲ κακῶν ῥεκτῆρα, καὶ ὕβριν
Ανέρα τιμήσουσι· δίκη δ ̓ ἐν χερσὶ, καὶ αἰδὼς
Οὐκ ἔσται· βλάψει δ ̓ ὁ κακὸς τὸν ἀρείονα φῶτα,
Μύθοισι σχολιοῖς ἐνέπων, ἐπὶ δ ̓ ὅρκον ὀμεῖται.
Ζῆλος δ ̓ ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασιν
Δυσκέλαδος κακόχαρτος ἁμαρτήσει στυγερά της.
Καὶ τότε δὴ πρὸς Ολυμπον ἀπὸ χθονὸς εὐρυοδείης,
Λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλόν,
Αθανάτων μετὰ φυλ ̓ ἴτην, προλιπόντ ̓ ἀνθρώπους,
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρά
Θνητοῖς ἀνθρώποισι· κακοῦ δ ̓ οὐκ ἔσσεται αλκή.

[blocks in formation]

180

185

190

195

200

* ΕΚ ΤΗΣ

ΗΣΙΟΔΟΥ ΤΟΥ ΑΣΚΡΑΙΟΥ

ΘΕΟΓΟΝΙΑΣ.

[JUXTA EDIT. FRID. AVG. WOLF. HAL. SAX. 1733. 8vo.]

617-806.

̔Ως Βριάρες τὰ πρῶτα πατὴρ ὠδύσσατο θυμῷ,
Κόττῳ τὸ ἠδὲ Γύγῃ, δῆσε κρατερῷ ἐνὶ δεσμῷ,
Ηνορέην ὑπέροπλον ἀγώμενος, ἠδὲ καὶ εἶδος,
Καὶ μέγεθος, κατένασσε δ ̓ ὑπὸ χθονὸς εὐρυοδείης·
Ενθ' οἴγ ̓ ἄλγε ̓ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες,
Εἴατ ̓ ἐπ' ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
Δηθὰ μάλ' ἀχνύμενοι, κραδίη μέγα πένθος ἔχοντες.
Αλλὰ σφέας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Οὓς τέκεν ἠύκομος ̔Ρείη Κρόνου ἐν φιλότητι,
Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις.
Αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε,
Σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
Ληρὸν γὰρ μάρναντο, πόνον θυμαλγέ ἔχοντες,
Τιτηνές τε θεοὶ, καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
Αντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας·
Οἱ μὲν ἀφ ̓ ὑψηλῆς Οθρυος Τιτῆνες ἀγαθοὶ,
Οἱ δ ̓ ἄρ ̓ ἀπ' Ούλύμποιο θεοὶ, δωτήρες εάων,
[Οὓς τέκεν ηύκομος ̔Ρείη Κρόνῳ εὐνηθεῖσα.
Οι ῥα τότ' ἀλλήλοισι μάχην θυμαλγέ ἔχοντες,

620

625

C30

635

Συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς.
Οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις, οὐδὲ τελευτὴ
Οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
Αλλ' ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
Νέκταρ τ ̓ ἀμβροσίην τε, τάπερ θεοὶ αὐτοὶ ἔδουσι,
Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
[Ως νέκταρ δ ̓ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινὴν,]
Δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε
Κέκλυτέ μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
Οφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Ηδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
Νίκης καὶ κράτεος πέρι μαρνάμεθ ̓ ἤματα πάντα,
Τιτῆνές τε θεοὶ, καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
Ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας αάπτους
Φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαὶ λυγρῇ,
Μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
Ες φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ἀπὸ δεσμοῦ,
[ Ημετέρας δια βουλας, ἀπὸ ζόφου κερόεντος.]
̔Ως φάτο· τὸν δ ̓ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
Δαιμονί, οὐκ ἀδάητα πιφάσκεαι· ἀλλὰ καὶ αὐτοὶ
Ιδμεν, ὅτι περὶ μὲν πραπίδας, περὶ δ ̓ ἐστὶ νόημα,
Αλκτὴς δ ̓ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
Σῇσι δ ̓ ἐπιφροσύνῃσιν ἀπὸ ζόφον ἠερόεντος
Αψοῤῥον ἐξαῦτις ἀμειλίκτων ἀπὸ δεσμῶν
Ηλύθαμεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
Τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
̔Ρυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτήτι,
Μαρνάμενοι Τιτῇσιν ἀνὰ κρατερὰς ὑσμίνας.

640

645

650

655

660

̔Ως φάτ'· ἐπῄνησαν δὲ θεοὶ δωτῆρες ἐάων,

Μῦθον ἀκούσαντες· πολέμου δ ̓ ἐλιλαίετο θυμὸς

665

Μᾶλλον ἔτ ̓ ἢ τοπάροιθε· μάχην δ ̓ ἀμέγαρτον έγειραν

Πάντες, θήλειαί τε καὶ ἄρσενες, ἤμαι. κείνῳ,

Τιτηνές τε θεοὶ, καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

Οὕς τε Ζεὺς Ερέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε,
Δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.

[Τῶν ἑκατὸν μὲν χεῖρες ἀπ ̓ ὤμων αΐσσοντο
Πᾶσιν ὁμῶς· κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
Εξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.]
Οι τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ,
Πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
Τιτῆνες δ ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
Προφρονέως· χειρῶν τε βίης θ ̓ ἅμα ἔργον ἔφαινον
Αμφότεροι· δεινὸν δὲ περίαχε Πόντος ἀπείρων,
Γῆ δὲ μέγ' ἐσμαράγησεν, ἐπέστενε δ ̓ Οὐρανὸς εὐρὺς
Σειόμενος, πεδόθεν δ ̓ ἐτινάσσετο μακρὸς Ολυμπος
Ριπῇ ὑπ' ἀθανάτων· ἔνοσις δ ̓ ἵκανε βαρεῖα
Τάρταρον ἠερόεντα ποδῶν, αἰπεῖά τ ̓ Ἰωὴ
Ασπέτου ἰωχμοῖο, βολάων τε κρατεράων.
̔Ως ἄρ ̓ ἐπ' ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
Φωνὴ δ ̓ ἀμφοτέρων ἵκετ ̓ Οὐρανὸν ἀστερόεντα
Κεκλομένων· οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

Οὐ δ ̓ ἄρ ̓ ἔτι Ζεὺς ἔσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
Εἶθας μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν

670

675

680

685

690

695

Φαῖνε βίην, ἄμυδις δ ̓ ἄρ ̓ ἀπ ̓ Οὐρανοῦ ἠδ ̓ ἀπ' Ολύμπου
Αστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
Ικταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
Χειρὸς ἀπὸ στιβαρῆς, ἱερὴν φλόγα θ' εἱλυφόωντες
Ταρρέες· ἀμφὶ δὲ Γαῖα φερέσβιος ἐσμαράγιζεν
Καιομένη, λάκε δ ̓ ἀμφὶ πυρὶ μεγάλ ̓ ἄσπετος ὕλη.
Εζεε δὲ χθὼν πᾶσα, καὶ Ωκεανοῖο δέεθρα,
Πόντος τ' ατρύγετος· τοὺς δ ̓ ἄμφεπε θερμὸς ἀϋτμὴ
Τιιῆνας χθονίους· φλοξ δ ̓ ἠέρα δῖαν ἵκανεν
Λεπετος· ἔσσε δ ̓ ἄμερδε καὶ ὀφθίμων περ ἐός των
Λιγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
Καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δ ̓ ἄντα
Οφθαλμοῖσιν ἰδεῖν, ἠδ ̓ οὔασιν ὄσσαν ἀκοῦσαι,

7CO

Αὕτως ὡς ὅτε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὑπερθεν
Πίλνατο· τοῖος γάρ κε μέγιστος δοῦπος ὀρώρει,
Τῆς μὲν ἐρειπομένης, τοῦ δ ̓ ὑψόθεν ἐξεριπόντος·
Τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
Σὺν δ ̓ Ανεμοι ἔνοσίν τε κόνιν θ ̓ ἅμα ἐσφαραγιζον,
Βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνὸν,
Κῆλα Διὸς μεγάλοιο, φέρον δ' ἰαχήν τ' ἐνοπήν τε
Ες μέσον ἀμφοτέρων· ἔτοβος δ ̓ ἄπλητος ορώρει
Σμερδαλέης ἔριδος· κάρτος δ ̓ ἀνεφαίνετο ἔργων.
Εκλίνθη δὲ μάχη· πρὶν δ ̓, ἀλλήλοις ἐπέχοντες,
Εμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
Οἱ δ ̓ ἄρ ̓ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν,
Κόττος τε, Βριάρεως τε, Γύγης τ' ἄατος πολέμοιο
Οι δα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
Πέμπον ἐπασσυτέρας, κατὰ δ ̓ ἐσκίασαν βελέεσσι
Τιτῆνας· καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
Πέμψαν, καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν,
Νικήσαντες χερσὶν, ὑπερθύμους περ εόντας,

705

710

715

Τόσσον ἔνερθ ̓ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ ̓ ἀπο γαίης. 720
[Ισον γάρ τ' ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.]
Εννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

Οὐρανόθεν κατιων, δεκάτῃ ἐς γαῖαν ἵκοιτο·
Εννέα δ ̓ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
Εκ γαίης κατιών, δεκάτῃ ἐς Τάρταρον ἵκοι.
Τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται, ἀμφὶ δέ μιν νὺξ
Τριστοιχεί κέχυται περὶ δειρήν· αὐτὰς ὑπερθεν
Γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
Ενθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
Κεκρύφαται, βουλῇσι Διὸς νεφεληγερέταο,
[Χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.]
Τοῖς οὐκ ἐξιτόν ἐστι· πύλας δ ̓ ἐπέθηκε Ποσειδῶν
Χαλκείας, τεῖχος περίκειται δ ̓ ἀμφοτέρωθεν.
Ενθα Γύγης, Κόττος τε, καὶ ὁ Βριάρεως μεγάθυμος

725

730

« PreviousContinue »