Page images
PDF
EPUB

Εσχε. βαρὺ κλαίοισα· θεὰ δ ̓ ἐλέησεν ἑταίραν,
Καί μιν Αθαναία πρὸς τόδ ̓ ἔλεξεν ἔπος·

Δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν, ὅσσα δι ̓ ὀργαν
Εἶπας· ἐγὼν δ ̓ οὔ τοι τέκνον ἔθηκ ̓ ἀλαόν.
Οὐ γὰρ Αθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
Αρπάσδειν· Κρόνιοι δ ̓ ὧδε λέγοντι νόμοι·
̔Ος κέ τιν ̓ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
Αθρήσῃ, μισθῷ τοῦτον ἰδεῖν μεγάλῳ.

95

100

Δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
Εργον· ἐπεὶ Μοιρᾶν ὧδ ̓ ἐπένευσε λίνα,
Ανίκα τοπρᾶτόν νιν ἐγείναο. νῦν δὲ κομίσδεν,
Ω Εὐηρείδα, τέλθος ὀφειλόμενον.

Πόσσα μὲν ἁ Καδμηὶς ἐσύστερον ἔμπυρα καυσεῖ,

105

Πόσσα δ' Αρισταῖος, τὸν μόνον εὐχόμενοι

Παῖδα, τὸν ἁβάταν Ακταίονα, τυφλὸν ἰδέσθαι;

Καὶ τῆνος μεγάλας σύνδρομος Αρτέμιδος

Εσσεται· ἀλλ' οὐκ αὐτὸν ὅ τε δρόμος, αἵ τ ̓ ἐν ὄρεσσι

̔Ρυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,

110

Οππόταν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρα

Δαίμονος· ἀλλ ̓ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες

Τουτάκι δειπνασεῦντι· τὰ δ ̓ υἱέος ὀστέα μάτηρ
Λεξεῖται, δρυμώς πάντας ἐπερχομένα.
Ολβίσταν ἐρέει σὲ καὶ εὐαίωνα γενέσθαι,

Εξ ὀρέων ἀλαὸν παῖδ ̓ ὑποδεξαμέναν.
Ω ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα,
Τεῦ χάριν, ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα·
Μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
Η μέγα τῶν ἄλλων δή τι περισσότερον.
Γνωσεῖται δ ̓ ὄρνιχας, ὃς αἴσιος, οἵ τε πέτονται
Ηλιθα, καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
Πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
Χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
VOL. II.

39

115

120

Δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ·
Δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.

Καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι

Φοιτασεῖ, μεγάλῳ τίμιος Αγεσίλα.

Ως φαμένα κατένευσε· τὸ δ ̓ ἐντελὲς, ᾧ κ ̓ ἐπινεύσῃ
Παλλάς· ἐπεὶ μώνα Ζεὺς τό γε θυγατέρων
Δῶκεν Αθαναίᾳ, πατρώϊα πάντα φέρεσθαι.

Λωτροχόοι, μάτηρ δ ̓ οὔτις ἔτικτε θεάν
Αλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
Ψεύδεα· [μηδ ̓ ἀτελῆ νεῦσε Διὸς] θυγάτηρ.

Ερχετ' Αθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε

125

130

135

Τὰν θεὸν, ὦ χῶραι, τώργος ὅσαις μέλεται,
Σύν τ ̓ εὐαγορίᾳ, σύν τ' εὔγμασι, σύν τ' ὀλολυγαῖς.
Χαῖρε, θεά, κάδευ δ' Αργεος Ιναχίω.
Χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις

Ιππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

140

ΙΙ.

* SENTENTIAE.

[EX BRUNCKII POETIS GR. GNOMICIS. ARGENT. 1784. 12mo.]

Vos lene consilium et datis, et dato

Gaudetis, almae.

HoR. Op. ΙΙ. 4. 41.

† ΜΙΜΝΕΡΜΟΥ ΚΟΛΟΦΩΝΙΟΥ.

I.

ΤΙΣ δὲ βίος, τί δὲ τερπνὸν ἄτες χρυσέης Αφροδίτης,
Τεθναίην, ὅτ ̓ ἐμοὶ μηκέτι ταῦτα μέλοι,
Κρυπταδίη φιλότης, καὶ μείλιχα δώρα, καὶ εὐνή.
Ανθεα τῆς ἥβης γίγνεται ἁρπαλέα

Ανδράσιν ἠδὲ γυναιξίν. ἐπὴν δ ̓ ὀδυνηρὸν ἐπέλθῃ
Γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ καλὸν ἄνδρα τιθεῖ,
Δἰεὶ μὲν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,

Οὐδ ̓ αὐγὰς προσορῶν τέρπεται γελίου·
Αλλ' ἐχθρὸς μὲν παισὶν, ἀτίμαστος δὲ γυναιξίν·
Οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.

Π.

Ημεῖς δ', οίά τε φύλλα φύει πολυάνθεμος ώρη
Ηρος, ὅτ' ἂψ αὐγὴ αὔξεται ἠελίου,

Τοῖς ἴκελοι, πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥδης

Τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν,

5

10

Οὔτ ̓ ἀγαθόν. Κῆρες δὲ παρεστήκασι μέλαιναι·
Η μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,
̔Η δ ̓ ἑτέρη θανάτοιο. μίνυνθα δὲ γίγνεται ἥβης
Καρπὸς, ὅσον τ ̓ ἐπὶ γῆν κίδναται ἠέλιος.
Αὐτὰς ἐπεὶ δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
Αὐτίκα δὴ τεθνάναι βέλτιον, ἢ βίοτος.

Πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίγνεται· ἄλλοτε δ ̓ οἶκος
Τρυχοῦται, πενίης δ ̓ ἔργ ̓ ὀδυνηρὰ πέλει·

5

10

Αλλος δ ̓ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα

̔Ιμείρων κατὰ γῆς ἔρχεται εἰς Αἴδην·

Αλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τις ἐστὶν
Ανθρώπων, ᾧ Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.

15

ΙΠ.

Αὐτίκ ̓ ἐμοὶ κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρῶς,
Ποιοῦμαι δ ̓ ἐσορῶν ἄνθος ὁμηλικίης

Τερπνὸν ὁμῶς καὶ καλὸν, ἐπεὶ πλέον ὤφελεν εἶναι.
Αλλ' ὀλιγοχρόνιον γίγνεται, ὥσπερ ὄναρ,
Ηβη τιμήεσσα. τὸ δ ̓ ἀργαλέον καὶ ἄμορφον
Γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ ̓ ὑπερκρέμαται,

Εχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ ̓ ἄγνωστον τιθεῖ ἄνδρα,
Βλάπτει δ ̓ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

IV.

Δἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδώνων
Εξηκονταέτη μοῖρα κίχοι θανάτου.

V.

Δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμεν εὐκλεεῖ

Ζῶντι φθονῆσαι, κατθανόντα δ ̓ αἰνέσαι.

* ΣΟΛΩΝΟΣ ΑΘΗΝΑΙΟΥ.

I.

ΙΣΟΝ τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστι
Καὶ χρυσὸς, καὶ γῆς πυροφόρου πεδία,

Ιπποι θ ̓ ἡμίονοί τε, καὶ ᾧ μόνα ταῦτα πάρεστι,
Γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
Παῖδές τ' ἠδὲ γυναῖκες· ὅταν δέ γε
Ωρη, σὺν δ ̓ ἤδη γίγνεται ἁρμοδία,

τῶνδ ̓ ἐφίκηται

Ταῦτ ̓ ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα
Χρήματ ̓ ἔχων οὐδεὶς ἔρχεται εἰς Αἴδην·

5

Οὐδ ̓ ἂν ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρείας
Νούσους, οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

10

II.

Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων

Φύσας, ἐκβάλλει πρῶτον ἐν ἑπτ ̓ ἔτεσι.

Τοὺς δ ̓ ἑτέρους ὅτε δὴ τελέσει θεὸς ἕπτ ̓ ἐνιαυτούς,

Ηβης ἐκφαίνει σήματα γιγνομένης.

Τῇ τριτάτῃ δὲ γένειον, ἀεξομένων ἐπὶ γυίων,
Λαχνοῦται, χροιῆς ἄνθος αμειβομένης.

5

Τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδ ̓ ἐστὶν ἄριστος
Ισχύν, οἵ τ ̓ ἄνδρες σήματ' ἔχουσ ̓ ἀρετῆς.
Πέμπτῃ δ ̓ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι,
Καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν.

10

Τῇ δ ̓ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρος,
Οὐδ ̓ ἔρδειν ἔθ ̓ ὁμῶς ἔργ ̓ ἀπάλαμνα θέλει.
̔Επτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ ̓ ἄριστος,
Οκτώ τ· ἀμφοτέρων τέσσαρα καὶ δέκ ̓ ἔτη.

Τῇ δ ̓ ἐνάτῃ δύναται μὲν ἔτι, μαλακώτερα δ ̓ αὐτοῦ
Πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ σοφίη.

15

« PreviousContinue »