Page images
PDF
EPUB

* ΣΟΛΩΝΟΣ ΑΘΗΝΑΙΟΥ.

Πεφυλαγμένος ἄνδρα ἕκαστον,
Ορα μὴ κρυπτὸν ἔγχος ἔχων
Κραδίῃ, φαιδρῷ προσενέπῃ προσώπω,
Γλῶσσα δέ οἱ διχόμυθος

Εκ μελαίνας φρενὸς γεγωνῇ.

5

ΣΙΜΩΝΙΔΟΥ.

Υγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνατῷ
Δεύτερον δὲ, φυὰν καλὸν γενέσθαι·
Τρίτον δὲ, πλουτεῖν ἀδόλως· εἶτα
Τέταρτον, ἡβαν μετὰ τῶν φίλων.

† ΚΑΛΛΙΣΤΡΑΤΟΥ.

Εν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, Ωσπερ Αρμόδιος κ' Αριστογείτων, Οτε τὸν τύραννον κτανέτην,

Ισονόμους τ' Αθήνας ἐποιησάτην.

[ocr errors]

Φίλταθ' Αρμόδι, οὔ τι που τέθνηκας
Νήσοις δ ̓ ἐν μακάρων σε φασὶν εἶναι,
Ινα περ ποδώκης Αχιλεύς,
Τυδείδην τε φασὶν Διομήδεα.

Εν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
'Ωσπερ Αρμόδιος κι Αριστογείτων,
'Οτ' Αθηναίης ἐν θυσίαις

Ανδρα τύραννον Ιππαρχον ἐκαινέτην.
Δεὶ σφῶν κλέος ἔσσεται κατ' αἶαν,
Φίλταθ'Αρμόδιε κ' Αριστογειτον,
'Οτι τὸν τύραννον κτάνετον,
Ισονόμους τ' Αθήνας ἐποιήσατον.

10

15

ΤΙΜΟΚΡΕΟΝΤΟΣ ΡΟΔΙΟΥ.

Ωφελές γ ̓, ὦ τυφλὲ Πλοῦτε,
Μήτε γῇ, μήτ' ἐν θαλάσσῃ,
Μήτ' ἐν ἠπείρῳ φανῆναι,

Αλλὰ Τάρταρόν τε ναίειν

Καχέροντα· διὰ σὲ γὰρ

Πάντ' ἐν ἀνθρώποις κάκ' ἐστί.

*ΥΒΡΙΟΥ ΚΡΗΤΟΣ.

Εστι μοι πλοῦτος μέγα δόρυ και ξίφος,
Καὶ τὸ καλὸν λαισήϊον, πρόβλημα χρωτός
Τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ
Πατέω τὸν ἡδὺν οἶνον ἀπ ̓ ἀμπέλω·

5

Τούτῳ δεσπότας μνοίας κέκλημαι· τοὶ δὲ

5

Μὴ τολμῶντες ἔχειν δόρυ καὶ τὸ καλὸν λαισήϊον,

Πάντες γόνυ πεπτηότες ἐμοὶ, κυνέοντι

Δεσπόταν, καὶ βασιλέα μέγαν φωνέοντι.

† ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ.

Οὐ στέργω βαθυληΐους ἀρούρας,
Οὐκ ὄλβον πολύχρυσον, οἷα Γύγης.
Αυτάρκους ἔραμαι βίου, Μακρίνε

ΤΟ ΜΗΔΕΝ γὰρ ΑΓΑΝ ἄγαν με τέρπει.

† ΑΔΕΣΠΟΤΑ.

I.

Εἴθ ̓ ἐξῆν, ὁποῖος τις

Ην ἕκαστος, τὸ στῆθος
Διελόντα γνῶναι, ἔπειτα

EXCERPTA LYRICA.

Τὸν νοῦν ἐπιδόντα, πάλιν τε κλείσαντ',
Ανδρα φίλον νομίζειν ἀδόλῳ φρενί.

[blocks in formation]

5

5

ΙΙΙ.

*ΡΛΕΑΝ ES.

Conspicit, ecce! alios dextrâ laeváque per herbam,
Vescentes, laetimque choro Pacana cancntcs,

Inter odoratum lauri nemus.

VIRG. ΛΕΝ. VI. 656.

† ΑΡΙΦΡΟΝΟΣ ΣΙΚΥΩΝΙΟΥ.

ΥΓΙΕΙΑ, πρεσβίστα μακάρων,
Μετὰ σοῦ ναίοιμι

Το λειπόμενον βιοτᾶς·

Σὺ δ ̓ ἐμοὶ πρόφρων σύνοικος εἴης.

Εἰ γάρ τις ἢ πλούτου χάρις, ἢ τεκέων,

Τᾶς ἰσοδαίμονός τ ̓ ἀνθρώποις

Βασιλῆθος ἀρχᾶς, ἢ πόθων,

Οὓς κρυφίοις Αφροδίτης ἄρκυσι θηρεύομεν.
Η εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις,

Η πόνων ἀμπνοὰ πέφανται,

5

10

Μετὰ σεῖο, μάκαιρ' Υγίεια,

Τέθηλε πάντα, καὶ λάμπει Χαρίτων ἔαρ

Σέθεν δὲ χωρὶς οὔ τις εὐδαίμων.

* ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΑΙΑΝ.

Αρετὰ πολύμοχθε γένει βροτείῳ,

Θήραμα κάλλιστον βίῳ,

Σᾶς περὶ, παρθένε, μορφᾶς

Καὶ θανεῖν ζαλωτὸς ἐν ̔Ελλάδι πότμος,
Καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας
Τοῖον ἐπὶ φρέν ̓ ἔρωτα βάλλεις,

Καρπὸν φέρεις τ' ἀθάνατον,
Χρυσοῦ τε κρέσσω καὶ γονέων,
Μαλακαυχητοϊό θ ̓ ὕπνου.

5

[blocks in formation]
« PreviousContinue »