Page images
PDF
EPUB

Οσσα δ ̓ ἀπὸ σκελέων ἑδροστρόφοι Αργόθεν ἄνδρες
Αλλάλως σφάλλοντι παλαίσμασιν, ὅσσα τε πύκται
Δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ ̓ εἰς γαῖαν προπεσόντες
Πυγμάχοι ἐξεύροντο παλαίσματα σύμφορα τέχνα,
Πάντ ̓ ἔμαθ ̓ Ερμείαο διδασκόμενος παρὰ παιδὶ
Αρπαλύκῳ Φανοτῆϊ· τὸν οὐδ ̓ ἂν τηλόθι λεύσσων
Θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ ̓ ἐν ἀγῶνι.
Τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.

Ιππους δ ̓ ἐξελάσασθαι ὑφ ̓ ἅρματι, καὶ, περὶ νύσσαν
Ασφαλέως κάμπτοντα, τροχῶ σύριγγα φυλάξαι,
Αμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδασκεν
Αὐτός· ἐπεὶ μάλα πολλὰ θεῶν ἐξῄρατ ̓ ἀγώνων
Αργει ἐν ἱπποβότῳ κειμήλια· καί οἱ ἀαγεῖς
Δίφροι, ἐφ ̓ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
Δούρατι δὲ προβολαίῳ, ὑπ ̓ ἀσπίδι νῶτον ἔχοντα,
Ανδρὸς ὀρέξασθαι, ξιφέων τ ̓ ἀνέχεσθαι ἀμυχμὸν,
Κοσμῆσαί τε φάλαγγα, λόχον τ' ἀναμετρήσασθαι
Δυσμενέων ἐπιόντα, καὶ ἱππήεσσι κελεῦσαι,
Κάστωρ ἱππαλίδας ἔδαεν, φυγὰς Αργεος ἐνθών,
Οππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεύς
Ναῖε, παρ' Αδρήστοιο λαβὼν ἱππήλατον Αργος.
Κάστορι δ ̓ οὔτις ὁμοῖος ἐν ἁμιθέοις πολεμιστὰς

Αλλος ἔην, πρὶν γῆρας ἀποτρίψαι νεότητα.

[ocr errors]

Ωδε μὲν Ηρακλῆα φίλα παιδεύσατο μάτηρ. Εὐνὰ δ ̓ ἧς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς, Δέρμα λεόντειον, μάλα οἱ κεχαρισμένον αὐτῷ. Δεῖπνον δὲ, κρέα τ' ὀπτα, καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός, ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. Αὐτὰρ ἐπ' ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. Εἵματα δ ̓ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἔννυτο κνάμας.

[Λείπει τὸ τέλος τοῦ παρόντος Ειδυλλίου.]

110

115

120

125

130

135

Π

*Ε ΒΙΟΝ Ε.

JUXTA EDIT. L. C. VALCKENAER. LUGD. BAT. 1781. IN 8vo.]

ΚΕΙΝΟΣ δ ̓ οὐ πολέμως, οὐ δάκρυα, Πᾶνα δ ̓ ἔμελπε,

Καὶ βώτας ἐλίγαινε, καὶ ἀείδων ἐνόμενε,

Καὶ σύριγγας ἔτευχε, καὶ ἁδέα πόρτιν ἄμελγε,
Καὶ παίδων ἐδίδασκε φιλάματα, καὶ τὸν Ερωτα
Ετρεφεν ἐν κόλποισι, καὶ ἤρεθε τὰν Αφροδίταν.

ΜΟΣΧΟΥ ΕΠΙΤΑΦ. ΒΙΩΝ.

ΕΚ ΤΩΝ

ΒΙΩΝΟΣ ΤΟΥ ΣΜΥΡΝΑΙΟΥ

ΒΟΥΚΟΛΙΚΩΝ.

† Ειδύλλιον γ.

̔Α ΜΕΓΑΛΑ μοι Κύπρις ἔθ ̓ ὑπνώοντι παρέστα,
Νηπίαχον τὸν Ερωτα καλᾶς ἐκ χειρὸς ἄγοισα,
Ες χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον·
Μέλπειν μοι, φίλε βοῦτα, λαβὼν τὸν Ερωτα δίδασκε.
Ως λέγε, χ ̓ ἃ μὲν ἀπῆνθεν· ἐγὼ δ ̓, ὅσα βωκολίασδον,
Νήπιος, ὡς ἐθέλοντα μαθεῖν, τὸν Ερωτα δίδασκον·
Ως εὗρεν πλαγίαυλον ὁ Παν, ὡς αὐτὸν Αθάνα,
Ως χέλυν Ερμάων, κίθαριν δ ̓ ὡς ἡδὺς Απόλλων.
Ταῦτά μιν ἐξεδίδασκον· ὁ δ ̓ οὐκ ἐμπάζετο μύθων,
Αλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ' ἐδίδασκε
Θνατῶν τ' ἀθανάτων τε πόθους, καὶ ματέρος ἔργα.
Κἠγων ἐκλαθόμαν μὲν ὅσων τὸν ἔρωτα δίδασκον,
Οσσα δ ̓ ἔρως μ' ἐδίδαξεν ἐρωτύλα,πάντ ̓ ἐδιδάχθην

5

10

* Ειδύλλιον δ'.

ΤΑΙ Μοῖσαι τὸν Ερωτα τὸν ἄγριον οὐ φοβέονται,
Εκ θυμῶ δὲ φιλεῦντι, καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.
Κ ̓ ἂν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἐπηδῇ,
Τῆνον ὑπεκφεύγοντι, καὶ οὐκ ἐθέλοντι διδάσκειν·
Ην δὲ νόον τις Ερωτι δονεύμενος ἡδὺ μελίσδῃ,
Ες τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
Μάρτυς ἐγὼν, ὅτι μῦθος ὅδ ̓ ἔπλετο πᾶσιν ἀληθής·
Ην μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
Βαμβαίνει μεν γλῶσσα, καὶ ὡς πάρος οὐκ ἔτ ̓ ἀείδει·
Ην δ ̓ αὖτ ̓ ἐς τὸν Ερωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
Καὶ τόκα μοι χαίροισα δια στόματος ῥέει ᾠδά.

[ocr errors]

ΕΣΠΕΡΕ, τᾶς ἐρατᾶς χρύσεον φάος Αφρογενείας,
Εσπερε, κυανέας ἱερὸν, φίλε, νυκτὸς ἄγαλμα,
Τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,
Χαῖρε φίλος· καί μοι ποτὶ ποιμένα κώμον ἄγοντι
Αντὶ Σελαναίας τὸ δίδου φάος· ἕνεκα τήνα,
Σάμερον ἀρχομένα, τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν
Ερχομαι, οὐδ ̓ ἵνα νυκτὸς ὁδοιπορέοντ ̓ ἐνοχλήσω·
Αλλ' ἐράω· καλὸν δέ τ ̓ ἐρασσαμένῳ συνερᾶσθαι.

† ιζ'.

ΑΜΕΡΕ Κυπρογένεια, Διὸς τέκος ἠδὲ θαλάσσας,
Τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χαλέπτεις;
Τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπέχθεο, καὶ τί νυ αὐτὰ
Ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ερωτα τέκηαι,
Αγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὅμοιον;
Ες τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἄμμιν,
̔Ως μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;

5

10

5

5

III.

*E MOSCHO.

[JUXTA EDIT. L. C. VALCKENAER. LUGD. BAT. 1781. IN 8vo.]

Αλλοις μὲν τεὸν ἔλβον, ἐμοὶ δ ̓ ἀπέλειπες αδών.
ΜΟΣΧΟΥ ΕΠΙΤΑΦ. ΒΙΩΝ.

ΕΚ ΤΩΝ

ΜΟΣΧΟΥ ΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ

ΕΙΔΥΛΛΙΩΝ.

† Ειδύλλιον έ.

ΤΑΝ ὅλα τὰν γλαυκὰν ὅταν ὧνεμος ατρέμα βάλλη, Τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ ̓ ἔτι μοι γᾶ Εντὶ φίλα, ποτάγει δὲ πολὺ πλέον ἄμμε γαλάνα. Αλλ' ὅταν ἀχήσῃ πολιὸς βυθὸς, ὁ δὲ θάλασσα Κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ, Ες χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ ̓ ἅλα φεύγω· Γα δέ μοι ἀσπαστα, τάχα δάσκιος εὔαδεν ὕλα, Ενθα καὶ, ἢν πνεύσῃ πολὺς ὤνεμος, ἡ πίτυς ᾄδει. Η κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἡ ναῦς, Καὶ πόνος ἐντὶ θάλασσα, καὶ ἰχθὺς ἁ πλάνος ἄγρα. Αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ, Καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἦχον ἀκούειν, 4 τέρπει ψοφέοισα τὸν ἄγριον, οὐχὶ ταράσσει.

5

10

• Ειδύλλιον σ'

ΗΡΑ Πὰν Αχῶς τᾶς γείτονος· ἤρατο δ' Αχω
Σκιρτητα Σατύρω· Σάτυρος δ ̓ ἐπεμαίνετο Λύδᾳ.
Ως Αχὼ τὸν Πάνα, τόσον Σάτυρος φλέγεν Αχῶ,
Καὶ Λύδα Σατυρίσκον· ἔρως δ ̓ ἐσμύχετ' ἀμοιβᾷ.
Οσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
Τόσσον ὁμῶς φιλέων ἐχθαίρετο, πάσχε δ ̓ ἄποινα.
Ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
Στέργετε τοὺς φιλέοντας, ἵν ̓, ἢν φιλέητε, φιλῆσθε.

† Ειδύλλιον τ'

ΑΛΦΕΙΟΣ, μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
Ερχεται εἰς Αρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
Εδνα φέρων, καλὰ φύλλα καὶ ἄνθεα, καὶ κόνιν ἱράν·
Καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι· τὰν δὲ θάλασσαν
Νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ
Α δ ̓ οὐκ οἶδε θάλασσα διερχομένου ποταμοῖο.
Κῶρος δεινοθέτας, κακομάχανος, αἰνὰ διδάσκων,
Καὶ ποταμὸν διὰ φίλτρον Ερως ἐδίδαξε κολυμβῇν.

FINIS

EXCERPTORUM EX POETIS BUCOLICIS.

5

5

« PreviousContinue »