Page images
PDF
EPUB

10. Ὥσπερ οὖν τὰ ἔσχατα καὶ τὰ κύκλῳ τῆς οἰκουμένης οἶδε
καὶ φράζει σαφῶς ὁ ποιητής, οὕτω καὶ τὰ τῆς θαλάττης τῆς ἐν-
τός. περιέχει γὰρ ταύτην ἀπὸ Στηλῶν ἀρξαμένοις Λιβύη τε καὶ
Αἴγυπτος καὶ Φοινίκη, ἑξῆς δὲ ἡ πέριξ τῆς Κύπρου, εἶτα Σό-
λυμοι και Λύκιοι καὶ Κᾶρες, μετὰ δὲ τούτους ἡ μεταξύ Μυκά-
λης καὶ τῆς Τρωάδος γιὼν καὶ αἱ προκείμεναι νῆσοι, ὧν τάπα-
σῶν μέμνηται· καὶ ἐφεξῆς τῶν περὶ τὴν Προποντίδα καὶ τοῦ
Ευξείνου * τὰ* μέχρι Κολχίδος καὶ τῆς Ἰάσονος στρατείας. καὶ
μὴν καὶ τὸν Κιμμερικόν βόσπορον οἶδε, τοὺς Κιμμερίους εἰδώς·
οὐ δήπου τὸ μὲν ὄνομα τῶν Κιμμερίων εἰδώς, αὐτοὺς δὲ ἀγνοῶν, 10
οἳ κατ' αὐτὸν ἢ μικρὸν πρὸ αὐτοῦ μέχρι Ἰωνίας ἐπέδραμον τὴν
γῆν τὴν ἐκ βοσπόρου πᾶσαν. αινίττεται γοῦν καὶ τὸ κλίμα τῆς
χώρας αὐτῶν ζοφώδες ὄν, καὶ ὡς φησίν·

ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδὲ ποτ ̓ αὐτούς
ἠέλιος φαέθων ἐπιλάμπεται,

ἀλλ ̓ ἐπὶ νὺξ ὀλοὴ τέταται.

15

γνωρίζει δὲ καὶ τὸν Ίστρον, μεμνημένος γε * τοῦ * Μυσῶν, ἔθνους Θρακίου παροικοῦντος τὸν Ἴστρον. καὶ μὴν καὶ τὴν ἑξῆς πα Α. 13 ραλίαν οἶδε, Θρᾳκίαν οὖσαν μέχρι Πηνείου, Παίονάς τε όνομάζων καὶ Ἄθω καὶ Ἀξιὸν καὶ τὰς προκειμένας τούτων νή- 20 σους. ἑξῆς δέ ἐστιν ἡ τῶν Ἑλλήνων παραλία μέχρι Θεσπρω τῶν, ἧς ἁπάσης μέμνηται. καὶ μὴν καὶ τὰ τῆς Ἰταλίας άκρα

1. οὖν] δὲ αἰ. 3. ἐντὸς sup. ἐκτὸς a omisso praeterea της, quod una cum margine periit, neque restitutum est: inde θαλάττης εκτός gh. — ἀρξάμενος BC αρξαμένη αἱ ἀρξαμένῳ edd. 6. ὧν om. agh. Deinde άnártov scribendum esse Cas. vidit. Multorum enim errorum haec fuit causa, ut ad proxima quaeque falso referrentur, quae alio respiciunt (v. Praef.). 8. τὰ licet explicari possit, ita tamen incommodum est, ut. a Strabone scriptum vix crediderim: ortum videatur ex Y et priore literae M parte repetitis. 11. τὴν γῆν ἐκ Β Cor. 15. Infra p. 244 in eodem versu legitur ἐπιδέρκεται, quod Odysseae etiam codd. (ν. 4, 16) exhibent. καταδέρκεται Wolf. ex schol. Harl. Tum ἀκτίνεσσιν add. edd. 17. τῶν μυσῶν k Cor. At videatur potius του propter ἔθνους male additum, atque ideo tollendum esse. 18. παραλίαν πα σαν nop edd. inde a Cas. οἶδε deest A cum margine absumptum, nec sec. m. restitutum, om. et imghnop. 20. ἀξὸν 1, et 4 ex corr. sec. m., eademque denuo αξιόν supra scriptum est,

[ocr errors]

5

οἶδε, Τεμέσην καλῶν καὶ Σικελούς, καὶ τὰ τῆς Ἰβηρίας ἄκρα καὶ τὴν εὐδαιμονίαν αὐτῶν, ἣν ἀρτίως ἔφαμεν. εἰ δέ τινα ἐν τοῖς μεταξὺ διαλείμματα φαίνεται, συγγνοίη τις ἄν· καὶ γὰρ ὁ γεωγραφῶν ὄντως πολλὰ παρίησι τῶν ἐν μέρει. συγγνοίη δ' ἄν, 5 καὶ εἰ μυθώδη τινὰ προσπέπλεκται τοῖς λεγομένοις ἱστορικῶς καὶ διδασκαλικῶς, καὶ οὐ δεῖ μέμφεσθαι. οὐδὲ γὰρ ἀληθές ἐστιν, ὅ φησιν Ερατοσθένης, ὅτι ποιητὴς πᾶς στοχάζεται ψυ- C. 7 χαγωγίας, οὐ διδασκαλίας *χάριν*· τἀναντία γὰρ οἱ φρονιμώ τατοι τῶν περὶ ποιητικῆς τι φθεγξαμένων πρώτην τινὰ λέγουσι 10 φιλοσοφίαν τὴν ποιητικήν. ἀλλὰ πρὸς Ἐρατοσθένη μὲν αὖθις ἐροῦμεν διὰ πλειόνων, ἐν οἷς καὶ περὶ τοῦ ποιητοῦ πάλιν ἔσται λόγος.

11. Νυνὶ δὲ ὅτι μὲν Ὅμηρος τῆς γεωγραφίας ἦρξεν, ἀρκείτω τὰ λεχθέντα. φανεροὶ δὲ καὶ οἱ ἐπακολουθήσαντες αὐτῷ 15 ἄνδρες ἀξιόλογοι καὶ οἰκεῖοι φιλοσοφίας· ὧν τοὺς πρώτους μεθ' Όμηρον δύο φησὶν Ερατοσθένης, Αναξίμανδρον τε, Θα λοῦ γεγονότα γνώριμον καὶ πολίτην, καὶ Ἑκαταῖον τὸν Μιλή σιον· τὸν μὲν οὖν ἐκδοῦναι πρῶτον γεωγραφικὸν πίνακα, τὸν δὲ Ἑκαταῖον καταλιπεῖν· γράμμα, πιστούμενον ἐκείνου εἶναι ἐκ 20 τῆς ἄλλης αὐτοῦ γραφῆς.

12. Ἀλλὰ μὴν ὅτι γε δεῖ πρὸς ταῦτα πολυμαθείας, εἰρή- Α. 14 κασι συχνοί. εὖ δὲ καὶ Ἵππαρχος ἐν τοῖς πρὸς Ἐρατοσθένη διδάσκει, ὅτι παντί, καὶ ἰδιώτῃ καὶ τῷ φιλομαθοῦντι, τῆς γεωγραφικῆς ἱστορίας προσηκούσης ἀδύνατον λαβεῖν ἄνευ τῆς τῶν 25 οὐρανίων καὶ τῆς τῶν ἐκλειπτικῶν τηρήσεων ἐπικρίσεως· οἷον Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πότερον· ἀρκτικωτέρα Βαβυλῶνος ἢ νοτιωτέρα, λαβεῖν οὐχ οἷόν τε, οὐδ ̓ ἐφ ̓ ὁπόσον διά

3. καὶ γὰρ καὶ edd. inde a Cas. eandemque particulam Straboni obtruserunt invitis codicibus p. 11, 32, 97 passim. 5. προσπέπλε κται sup. πέπλασται 4, inde προσπέλασται ghi περιπλέκεται Ι. 8. χάριν codd, Cas. sustulit (cf. infra p. 15). Praepositio praepostere videatur huc illata ex simili loco Ρ. 16. 21. πολυμαθείας sup. φιλο 4, inde φιλομαθείας ghi 22. Ερατοσθένην Α. 24. λαβεῖν αὐτὴν Cor. Quod pronomen si excidit, ante λαβεῖν potius scriptum fuisse crediderim. 27. οἷός τε sup. oν τε 4 οἷος in οἷον sec. m. mut. C οἷόστε ι.

στημα, χωρὶς τῆς διὰ τῶν κλιμάτων ἐπισκέψεως. ὁμοίως τὰς πρὸς ἕω παρακεχωρηκυίας ἢ πρὸς δύσιν μᾶλλον καὶ ἧττον οὐκ ἂν γνοίη τις ἀκριβῶς, πλὴν ἢ διὰ τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης συγκρίσεων. οὗτος δὲ δὴ ταῦτά φησιν.

13. Μπαντές [τε], ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦν 5 σιν, οἰκείως προσάπτονται καὶ τῶν οὐρανίων και γεωμετρίας, σχήματα καὶ μεγέθη καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς τὴν τοῦ περιέχοντος φύσιν. ἐπεὶ Α. 15 καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα ἂν προορῷτο καὶ πόλιν κτίζων ἀρχιτέκτων, μή τι γε ὅλην ἐπισκοπῶν τὴν οἰκου- 10 μένην ἀνήρ· πολὺ γὰρ τούτῳ προσήκει μᾶλλον. ἐν μὲν γὰρ τοῖς μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ πολλὴν ἔχει, ἐν δὲ τῷ παντὶ κύκλῳ τῆς οἰκουμέ της πρὸς ἄρκτον μὲν τὸ μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς, μέχρι δὲ τῶν ὑστάτων Αιθιόπων τὰ πρὸς νό- 15 τον· τοῦτο δὲ παμπολλὴν ἔχει διαφοράν. ὁμοίως δὲ καὶ τὸ παρ' C. 8 Ινδοῖς οἰκεῖν ἢ παρ' Ἴβηρσιν· ὧν τοὺς μὲν ἑφους μάλιστα, τοὺς δὲ ἑσπερίους, τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν.

14. Πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινήσεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φο- 20 ρᾶς ἀναβλέπειν ἀναγκάζει πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαι νόμενα παρ' ἑκάστοις ἡμῶν τῶν οὐρανίων· ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων. τίς ἂν οὖν διαφο ρὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι, μὴ φρον τίσας τούτων μηδενὸς μηδ' ἐπὶ μικρόν; καὶ γὰρ εἰ μὴ δυνατὸν 25 κατὰ τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι

2. προπαρακεχωρηκυίας BC προσκεχωρηκυίας Cor.

τοιαῦτα

3. πλὴν εἰ malit Cor. 4. οὗτος δὲ δὴ sup. οὐ δὲ δὴ A, inde οὗ δὲ δὴ gn δὲ frustra tentatum a Cas. et Grosk. cf. p. 9. 18. 33 passim. BC οὗτος δὲ καὶ ταῦτά φησιν· Cor., sequentia parum apte Hippareho tribuens, sicut Guar. et Xyl. Strabonis enim verba sunt v. II, cap. 5 P. 109. 5. τε om. codd. edd. δὲ inserendum censuit Cas. 7. καὶ μεγέθη καὶ ἀποστήματα om. 4, sed σχῆμα καὶ μέγεθος καὶ ἀποστή ματα add. sec. m. in marg. Eadem illa om. ghln cf. P. 11 et 109. 9. οἰκοδόμος κτίζων om. BC. 11. προσῆκε codd. Cor. corr. άρκτους τι k edd. 20. ἀστέρων edd. 22, ἡμῖν Β.

12.

πολιτικωτέραν, τό γε ἐπὶ τοσοῦτον, ἐφ ̓ ὅσον καὶ τῷ πολιτικῷ παρακολουθεῖν δυνατόν, προσήκοι ἂν εἰκότως.

15. Ὁ δὲ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς. φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχό 5 μενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι Α. 16 καὶ χρήσασθαι πρὸς τὴν διδασκαλίαν, τὴν δὲ ὅλην γῆν, ἧς μέσ ρος ἡ οἰκουμένη, μήθ' ὁπόση, μήθ' ὁποία τις, μηθ ̓ ὅπου κει μένη τοῦ σύμπαντος κόσμου, μηθὲν ἐφρόντισε· μηδ, εἰ καθ' ἓν μέρος οἰκεῖται μόνον τὸ καθ' ἡμᾶς, ἢ κατὰ πλείω, *j* καὶ 10 πόσα· ὡς δ ̓ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί. ἔοικεν οὖν μετεωρολογικῇ τινι πραγματεία καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς γεωγραφίας εἶδος, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυτάτω ὄντα, ἀλλὰ μὴ διε στῶτα τοσοῦτον,

[blocks in formation]

16. Φέρε δὴ τῇ τοσαύτῃ πολυμαθείᾳ προσθῶμεν τὴν ἐπίγειον ἱστορίαν, οἷον ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων, ὅσα χρή σιμα ἢ δύσχρηστα φέρει γῆ τε καὶ θάλασσα. οἶμαι γὰρ ἐναρ γὲς ἂν γενέσθαι μᾶλλον ὃ λέγω. ὅτι δὲ καὶ τὸ ὄφελος μέγα 20 παντὶ τῷ παραλαβόντι τὴν τοιαύτην ἱστορίαν, ἔκ τε τῆς παλαιᾶς μνήμης δῆλον καὶ ἐκ τοῦ λόγου. οἱ γοῦν ποιηταὶ φρονιμωτάτους τῶν ἡρώων ἀποφαίνουσι τοὺς ἀποδημήσαντας πολλαχοῦ καὶ πλανηθέντας· ἐν μεγάλῳ γὰρ τίθενται τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι, καὶ ὁ Νέστωρ σεμνύνεται, 25 διότι τοῖς Λαπίθαις ὡμίλησεν, ἐλθὼν μετάπεμπτος

30

τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.

καὶ ὁ Μενέλαος ώσαύτως,

Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς Αιθίοπας θ ̓ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβούς καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι· προσθεὶς καὶ τὸ ἰδίωμα τῆς χώρας

1. ποικιλωτέραν Cor. paulo inconsideratius. τ ̓ εἰ Α. μηδὲν Cor. ἕν om. C.

8. μηδ' εἰ sup.

27. μετέ

9. ἢ καὶ codd. ή Cor. sustulit. 19. τὸ χρήσιμον pr. m. add. in marg. C. λεος ald., inde Μενέλεως edd.

13. εἰς

C. 9

τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.

Α. 17 ἐπὶ δὲ τῶν Αἰγυπτίων Θηβῶν·

καί *

* τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα

5

αἶθ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ ̓ ἀν' ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν. πάντα γὰρ τὰ τοιαῦτα παρασκευαί τινες εἰς φρόνησιν μεγάλαι τῷ μαθεῖν τῆς χώρας τὴν φύσιν καὶ ζῴων καὶ φυτῶν ἰδέας. προσθεῖναι δὲ καὶ τὰ τῆς θαλάττης· ἀμφίβιοι γὰρ τρόπον τινά ἐσμεν καὶ οὐ μᾶλλον χερσαῖοι, ἢ θαλάττιοι. καὶ τὸν Ἡρακλέα 10 εἰκὸς ἀπὸ τῆς πολλῆς ἐμπειρίας τε καὶ ἱστορίας λεχθῆναι

μεγάλων ἐπιίστορα ἔργων.

ἐκ δὲ δὴ τῆς παλαιᾶς μνήμης καὶ ἐκ τοῦ λόγου μαρτυρεῖται τὰ
λεχθέντα ἐν ἀρχαῖς ὑφ ̓ ἡμῶν. διαφερόντως δ ̓ ἐπάγεσθαι δοκεῖ
μοι πρὸς τὰ νῦν ἐκεῖνος ὁ λόγος, διότι τῆς γεωγραφίας τὸ 15
πλέον ἐστὶ πρὸς τὰς χρείας τὰς πολιτικάς. χώρα γὰρ τῶν πρά-
ξεων ἐστὶ γῆ καὶ ἡ θάλαττα, ἣν οἰκοῦμεν· τῶν μὲν μικρῶν μι
κρά, τῶν δὲ μεγάλων μεγάλη μεγίστη δ ̓ ἡ σύμπασα, ἥνπερ
ἰδίως καλοῦμεν οἰκουμένην, ὥστε τῶν μεγίστων πράξεων αὕτη
ἂν εἴη χώρα. μέγιστοι δὲ τῶν στρατηλατῶν, ὅσοι δύνανται γῆς 20
καὶ θαλάττης ἄρχειν, ἔθνη καὶ πόλεις συνάγοντες εἰς μίαν ἐξ-

1. εἰς punctis sec. manu inclusum in 4, inde om. gl. 3. Verba
τῇ καὶ in omnibus ita leguntur codd., quae quam incommoda sint
neminem fugit. Cas. variis coniecturis ea tentavit, nullo tamen successu;
neque Fridemanni ratio ferenda, censentis verba καὶ τῇ πλεῖστα φέρει
ζείδωρος άρουρα collocanda esse ante verba ἐπὶ δὲ τῶν Αἰγυπτίων Θη
βῶν. Parum est enim credibile Strabonem, qui tantopere Homeri car-
mina versasset, verba, quae de muliere ab hoc proferuntur (v. Od. 4, 229),
ad terram aliquam sive Libyam sive Aegyptum retulisse.
Ab alio igi-
tur quopiam haec in margine primum adnotata esse crediderim, unde
in ordinem postea recepta sunt: id quod pluribus locis accidit (v. Praef.).
Quin etiam reliqua, quae leguntur inde ab ἐπὶ δὲ usque ad ὄχεσφιν
minus apte adiecta ab cadem origine repetenda esse haud iniuria suspi-
ceris. 8. τῷ sup. τὸ 4, inde τὸ g, idem Cor. ex conj. 9. δεῖ
post dè add. Cor., similiter infra p. 52. Notissimus tamen hic infinitivi
13. μαρτυρεῖ ACI (B?) Gas. corr. Erroris causa manifesta.
17. ή om. Cor. Facilius foret addere articulum ante γη: sed paulo li-
berior in his est Strabonis usus. 20. μέγισται δ' αἱ τῶν Cor.

usus.

1

« PreviousContinue »