Page images
PDF
EPUB
[blocks in formation]

Οὐδέν ἐστ ̓ ἄμεινον οὐδ ̓ ἥδιον ἢ φύσαι πτερά.
Αὐτίχ ̓ ὑμῶν τῶν θεατῶν εἴ τις ἦν ὑπόπτερος,
Εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
Εκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
Κατ ̓ ἂν ἐμπλησθεὶς ἐφ' ἡμᾶς αὖθις αὖ κατέπτατο. 790
Εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,
Οὐκ ἂν ἐξίδισεν ἐς θοιμάτιον, ἀλλ' ἀνέπτατο,
Κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτατο·
Εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
Καθ ̓ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
Οὗτος ἂν πάλιν παρ' ὑμῶν πτερυγίσας ἀνέπτατο,
Εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ καθέζετο.
* Αρ' ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον ;
Ως Διιτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
Πιρέθη φύλαρχος, εἶθ ̓ ἵππαρχος, εἶτ ̓ ἐξ οὐδενὸς
Μεγάλα πράττει, κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Tant.7
μωβ, Ταυτὶ τοιαυτί· μὰ Δί' ἐγὼ μὲν πραγμά πω
trim.
Γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.

795

800

Επὶ τῷ γελᾷς ;

ΟΡΝΙΘΕΣ.

57

ΕΥΕΛΠΙΔΗΣ.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.

Οἶσθ ̓ ᾧ μάλιστ ̓ ἔοικας ἐπτερωμένος;
Εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.

ΕΥΕΛΠΙΔΗΣ.

Σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·
Τάδ ̓ οὐχ ὑπ ̓ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.

"Αγε δή τί χρὴ δρᾶν ;

ΕΠΟΨ.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Πρῶτον ὄνομα τῇ πόλει

Θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς

Θῦσαι μετὰ τοῦτο.

ΕΥΕΛΠΙΔΗΣ.

Ταῦτα κἀμοὶ συνδοκεῖ.

ΕΠΟΨ.

Φέρ' ἴδω, τί δ' ἡμῖν τοὔνομ ̓ ἔσται τῇ πόλει ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος,
Σπάρτην ὄνομα καλῶμεν αὐτήν ;

ΕΥΕΛΠΙΔΗΣ.

805

810

Ηράκλεις ·

815

Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τήμῇ πόλει ;

Η

58

ΑΡΙΣΤΟΦΑΝΟΥΣ

Οὐδ ̓ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ' ἔχων.

[blocks in formation]

*Αρ' ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
Ινα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
Τά τ' Αἰσχίνου γ ̓ ἅπαντα ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

820

Καὶ λῷστον μὲν οὖν 825

Το Φλέγρας πεδίον, ἵν ̓ οἱ θεοὶ τοὺς Γηγενείς

οι

Αλαζονευόμενοι καθυπερηκόντισαν.

ΕΥΕΛΠΙΔΗΣ.

Λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. Τίς δαὶ θεὸς
Πολιοῦχος ἔσται ; τῷ ξανοῦμεν τὸν πέπλον ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Τί δ ̓ οὐκ Αθηναίαν ἐῶμεν πολιάδα ;

ΕΥΕΛΠΙΔΗΣ.

Καὶ πῶς ἂν ἔτι γένοιτ' ἂν εὔτακτος πόλις,

830

ΟΡΝΙΘΕΣ.

Οπου θεός, γυνὴ γεγονυῖα, πανοπλίαν

Εστηκ ̓ ἔχουσα, Κλεισθένης δὲ κερκίδα ;

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν ;

ΕΠΟΨ.

Ὄρνις ἀφ ̓ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ, Οσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ "Αρεως νεοττός.

ΕΥΕΛΠΙΔΗΣ.

Ω νεοττε δέσποτα·

Ως δ ̓ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

"Αγε νυν, σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα,

Καὶ τοῖσι τειχίζουσι παραδιακόνει,

Χάλικας παραφέρει, πηλὸν ἀποδὺς ὄργασον,
Λεκάνην ἀνένεγκε, κατάπεσ ̓ ἀπὸ τῆς κλίμακος,
Φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτ ̓ ἀεί,
Κωδωνοφορῶν περίτρεχε, καὶ κάθευδ ̓ ἐκεῖ·
Κήρυκα δὲ πέμψον τὸν μὲν εἰς θεοὺς ἄνω,
Ἕτερον δ ̓ ἄνωθεν αὖ παρ ̓ ἀνθρώπους κάτω,
Κἀκεῖθεν αὖθις παρ' ἐμέ.

ΕΥΕΛΠΙΔΗΣ.

Σὺ δέ γ' αὐτοῦ μένων

Οίμωζε παρ' ἔμ'.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ιθ ̓, ὦγάθ', οἱ πέμπω σ' ἐγώ.

59

835

840

845

β. [τιν Οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ ̓ ἃ λέγω πεπράξεται.

Ἐγὼ δ ̓ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
Τον ἱερέα πέμψοντα τὴν πομπὴν καλώ.

Παὶ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

ΧΟΡΟΣ.

Στροφή.

(καστικές Ομοῤῥοθῶ, συνθέλω,

cretics

850

[merged small][ocr errors][merged small]

Troch. δε - Σεμνὰ προσιέναι θεοῖσιν·

"Αμα δὲ προσέτι χάριτος ἔνεκα
Προβάτιόν τι θύειν.

fund. FuἼτω ἴτω, ἴτω δὲ Πυθιὰς βοά·

Jamb Συναδέτω δὲ Χαῖρις ᾠδάν.

Jamb. trim

acat

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Παῦσαι σὺ φυσῶν. Ἡράκλεις, τουτὶ τί ἦν ;
Τουτὶ μὰ Δί ̓ ἐγὼ πολλὰ δὴ καὶ δείν' ἰδών,

Οὔπω κόρακ ̓ εἶδον ἐμπεφορβιωμένον.

Ἱερεῦ, σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.

ΙΕΡΕΥΣ.

855

860

worthical Δράσω τάδ', ἀλλὰ ποῦ ἐστιν ὁ τὸ κανοῦν ἔχων ; 865 εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ, καὶ τῷ ἰκτίνῳ τῷ

ἑστιούχῳ, καὶ ὄρνισιν Ολυμπίοις καὶ Ολυμπίῃσι
πᾶσι καὶ πάσῃσιν,

Jaub. trim a cat.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ.

Ω Σουνιέρακε, χαῖρ ̓ ἄναξ Πελαργικέ.

« PreviousContinue »