Page images
PDF
EPUB

STRABONIS

GEOGRAPHICA

RECENSUIT

INDICEM GEOGRAPHICUM ET HISTORICUM

ADIECIT

GUSTAVUS KRAMER

EDITIO MINOR

VOLUMEN II.

BEROLINI

PROSTAT IN LIBRARIA FRIDERICI NICOLAI

MDCCCLII.

[merged small][ocr errors][ocr errors][ocr errors]

ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ

ΤΟΥ ΕΝΔΕΚΑΤΟΥ ΒΙΒΛΙΟΥ ΚΕΦΑΛΑΙΑ.

Τὸ ἑνδέκατον ἄρχεται μὲν τῆς Ἀσίας, τοῦ * δὲ* Τανάιδος ἀπὸ τῶν C. 490 ἀρκτικῶν μερῶν ἄνωθεν ἀρχομένου διαιρεῖν τὴν Εὐρώπην τῆς Ἀσίας. Α. 750 περιέχει δὲ τὸ βιβλίον καὶ τὰ παρακείμενα ἔθνη ταῖς ἀρχαῖς αὐτοῦ πρὸς τῇ ἀνατολῇ καὶ μεσημβρίᾳ, ἣ καὶ Ἀσία ἐστί. ἔστι δὲ τῇδε ἔθνη βάρβαρα τὰ τῷ βιβλίῳ ἐγκείμενα, ὅσα παροικεῖ τὸ Καυκάσιον ὄρος, ἐν οἷς Αμαζόνες τε καὶ Μασσαγέται, Σκύθαι καὶ Ἀλβανοὶ καὶ Ἴβη ρες, Βακτριανοί, Κάσπιοι, Μῆδοι, Πέρσαι, Ἀρμενίαι δύο ἕως τῆς Με σοποταμίας· ἔχει δὲ καὶ Τρωγλοδύτας και Ηνιόχους οὕτω λεγόμενα ἔθνη, καὶ Σκηπτούχους, Σοάνας, Ασσυρίους, Πολυφάγους, Ναβιανούς, Σιρακούς, Ταπύρους. ἐπεμνήσθη δὲ Ἰάσονος καὶ Μηδείας καὶ ὧν ἔκτι σαν πόλεων· ἔτι δὲ Ξέρξου καὶ Μιθριδάτου καὶ Ἀλεξάνδρου του Φι λίππου.

ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ

ΕΝΔΕΚΑΤΟΝ.

CAPUT I.

1. Τη δ' Εὐρώπη συνεχής ἐστιν ἡ Ἀσία, κατὰ τὸν Τάναϊν συνάπτουσα αὐτῇ· περὶ ταύτης οὖν ἐφεξῆς ῥητέον, διελόντας φυσικοῖς τισιν ὅροις τοῦ σαφούς χάριν. ὅπερ οὖν Ερατοσθέ τοῦθ ̓ ἡμῖν ἐπὶ τῆς Ἀσίας

νης ἐφ' ὅλης τῆς οἰκουμένης επο

2. Ὁ γὰρ Ταῦρος μέσην πως διέζωκε ταύτην τὴν ἤπειρον, Α. 751 ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τεταμένος, τὸ μὲν αὐτῆς ἀπολεί

πων πρὸς βορρᾶν, τὸ δὲ μεσημβρινόν. καλοῦσι δὲ αὐτῶν οἱ

Strabo. II.

Α

Ἕλληνες το μὲν ἐντὸς τοῦ Ταύρου, τὸ δὲ ἐκτός. εἴρηται δὲ ταῦθ ̓ ἡμῖν καὶ πρότερον, ἀλλ ̓ εἰρήσθω καὶ νῦν ὑπομνήσεως χάριν.

3. Πλάτος μὲν οὖν ἔχει τὸ ὄρος πολλαχοῦ καὶ τρισχιλίων σταδίων, μῆκος δ ̓ ὅσον καὶ τὸ τῆς Ἀσίας, τεττάρων που μυ ριάδων καὶ πεντακισχιλίων, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς καὶ Σκυθίας πρὸς τὰς ἀνατολάς.

4. Διῄρηται δ ̓ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα. ἐπεὶ δ ̓ ἐν τῷ του σούτῳ πλάτει τοῦ ὄρους ἀπολαμβάνεται τινα ἔθνη, τὰ μὲν C. 491 ἀσημότερα, τὰ δὲ καὶ παντελῶς γνώριμα (καθάπερ ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι), τὰ μὲν πλεονάζονται τοῖς προσβόροις μέ ρεσιν ἐνταῦθα ταπτέον, τὰ δ ̓ ἐν τοῖς νοτίοις εἰς τὰ νότια, καὶ τὰ ἐν μέσῳ δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον· ψυχροί γάρ εἰσιν, οἱ δὲ νότιοι θερμοί. καὶ τῶν ποταμῶν δὲ αἱ φύσεις ἐνθένδε οὖσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία, αἱ μὲν εἰς τὰ βόρεια, αἱ δ ̓ εἰς τὰ νότια μέρη (τά γε πρῶτα, καν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς ἢ δύσεις), ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρε σιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας· καθάπερ καὶ ἡ θάλαττα ἡ ἐντὸς Στηλῶν, ἐπ ̓ εὐθείας πως οὖσα ἡ πλείστη τοῖς ὄρεσι τούτοις, ἐπιτηδεία γεγένηται πρὸς Α. 752 τὸ δύο ποιεῖν ἠπείρους, τήν τε Ευρώπην καὶ τὴν Λιβύην, ὅριον ἀμφοῖν οὖσα ἀξιόλογον.

5. Τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῇ γεωγραφίᾳ τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο δι αιρέσεως· ὥστε ἀπὸ τούτων ἀρκτέον. αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν, ὅνπερ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα. ἔστι δὲ ταῦτα τρόπον τινὰ χερρονησίζοντα· περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῷ ποταμῷ τῷ Τανάιδι καὶ τῇ Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς τοῦ Εὐξείνου παραλίας, τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῷ Ὠκεανῷ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕω

1. fort. Igd. πλησιάζοντα, omisso postea v.

« PreviousContinue »