Page images
PDF
EPUB

LANGUAGES.

EXAMINATION PAPERS, JULY, 1854.

ANCIENT LANGUAGES AND LITERATURE.

Senior Class.

ἀλλ ̓, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς, ἡλίκοι προςήμεθα βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες· οἱ δὲ σὺν γήρᾳ βαρεῖς ἱερᾶς, ἐγὼ μὲν Ζηνός· οἵδε τ ̓ ἠθέων λέκτοι· τὸ δ' ἄλλο φύλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ ̓ Ἰσμηνοῦ τε μαντεία σποδῷ, πόλις γάρ, ὥςπερ καὐτὸς εἰςορᾷς, ἄγαν ἤδη σαλεύει, κανακουφίσαι κάρα βυθῶν ἔτ ̓ οὐχ οἷα τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ' ἀγέλαις βουνόμοις, τόκοισί τε ἀγόνοις γυναικῶν· ἐν δ' ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ ̓ οὐ κενοῦται δῶμα Καδμεῖον· μέλας δ' "Αιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

ἦν δ ̓ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα. παῖδα γὰρ Μενοικέως Κρέοντ', ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ', ὡς πύθοιθ', ὅ, τι ὁρῶν, ἢ τί φωνῶν, τήνδε ῥυσαίμην πόλιν. καί μ' ήμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ, τί πράσσει. τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. ὅταν δ ̓ ἵκηται, τηνικαῦτ ̓ ἐγὼ κακὸς μὴ δρῶν ἂν εηἴν πάνθ', ὅσ ̓ ἂν δηλοῖ θεός.

'Ω Διὸς ἀδυεπής φάτι, τίς ποτε τᾶς πολυχρύσου.

Πυθῶνος ἀγλαὰς ἔβας

Θήβας ; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
(' Ιήϊε, Δάλιε, Παιάν,)
ἀμφὶ σοὶ ἀζόμενος, τί μοι ἢ νέον,
ἢ περιτελλομέναις ώραις πάλιν
ἐξανύσεις χρέος.

εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
πρῶτά σε κεκλομένῳ, θύγατερ Διός, ἄμβροτ' Αθάνα,
γαιάοχόν τ' ἀδελφεὰν

*Αρτεμιν, ἃ κυκλόεντ' ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι·
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
ὀρνυμένας πόλει

ἠνύσατ' ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν,
ὦ πόποι, ἀνάριθμα γὰρ
φέρω πήματα·

ἐγὼ μὲν οὖν τοιόςδε τῷ τε δαίμονι
τῷ τ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω.
κατεύχομαι δὲ τὸν δεδρακότ, εἴτε τις
εἰς ὢν λέληθεν, εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρίψαι βίον.
ἐπεύχομαι δ', οἴκοισιν εἰ ξυνέστιος
ἐν τοῖς ἐμοῖς γένοιτ' ἐμοῦ ξυνειδότος,
παθεῖν, ἅπερ τοῖςδ' ἀρτίως ἠρασάμην.

ὥςπερ μ' ἀραῖον ἔλαβες, ὧδ', ἄναξ, ἐρῶ.
οὔτ ̓ ἔκτανον γάρ, οὔτε τὸν κτανόντ' ἔχω
δεῖξαι. τὸ δὲ ζήτημα, νοῦ πέμψαντος ἦν

Φοίβου τόδ' εἰπεῖν, ὅςτις εἴργασταί ποτε.

1. What was the origin of dramatic poetry among the Greeks ?

. 2. Give the etymology of the word τραγωδία.

3. What was the nature and use of the chorus.

26

EXAMINATION PAPERS, JULY, 1854.

ANCIENT LANGUAGES AND LITERATURE.

Senior Class.

ὃς γ' ἐξέλυσας, ἄστυ Καδμεῖον μολών, σκληρᾶς ἀοιδοῦ δασμόν, ὃν παρείχομεν, καὶ ταῦθ ̓ ὑφ ̓ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον, οὐδ ̓ ἐκδιδαχθείς· ἀλλὰ προςθήκη θεοῦ λέγει νομίζει θ ̓ ἡμίν ὀρθῶσαι βίον. νῦν τ ̓, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, ἱκετεύομέν σε πάντες οἵδε πρόςτροποι, ἀλκήν τιν' εὑρεῖν ἡμίν, εἴτε του θεῶν φήμην ἀκούσας, εἴτ ̓ ἀπ' ἀνδρὸς οἶσθά που·

ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προςήλθεθ' ἱμείροντες. εὖ γὰρ οἶδ', ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅςτις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν ̓ ἔρχεται μόνον καθ' αυτόν, κοὐδέν ̓ ἄλλον· ἡ δ ̓ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καί σ ̓ ὁμοῦ στένει.

ἀλλ' ἐξ ὑπαρχῆς αὖθις αὔτ ̓ ἐγὼ φανῶ.
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,
πρὸ τοῦ θανόντος τήνδ' ἔθεσθ ̓ ἐπιστροφήν·
ὥςτ' ἐνδίκως ὄψεσθε καμὲ σύμμαχον,
γῇ τῇδε τιμωροῦντα, τῷ θεῷ θ ̓ ἅμα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ' αὐτὸς αὑτοῦ, τοῦτ ̓ ἀποσκεδῶ μύσος.
ὅςτις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ ̓ ἂν
καμ' ἂν τοιαύνῃ χειρὶ τιμωρεῖν θέλοι.

ἐν δ ̓ ἄλοχοι, πολιαί τ' ἐπὶ ματέρες,
ἀκτὰν παρὰ βώμιον

« PreviousContinue »