Page images
PDF
EPUB

84

85

90

95

100

ΤΡΟ.

οἶδα μὲν σαφώς

ὅτι ἀχθέσεται, σφῶν δ' αὐτὸν οὔνεκ ̓ ἐπεγερῶ. ΠΕΙ. κακῶς σύ γ' ἀπόλοι ̓, ὥς μ ̓ ἀπέκτεινας

δέει.

ΕΥ. οἴμοι κακοδαίμων, χὼ κολοιός μ' οἴχεται ὑπὸ τοῦ δέους.

ΠΕΙ.

ὦ δειλότατον σὺ θηρίον,

δείσας ἀφῆκας τὸν κολοιόν;

ΕΥ.

εἰπέ μοι,

σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών ;
ΠΕΙ. μά Δί' οὐκ ἔγωγε.

EY.

ΠΕΙ.

ποῦ γάρ ἐστιν ; ἀπέπτατο.

ΕΥ. οὐκ ἄρ ̓ ἀφῆκας· ὠγάθ', ὡς ἀνδρεῖος εἶ.

ΕΠΟΨ.

ἄνοιγε τὴν ὕλην, ἵν ̓ ἐξέλθω ποτέ.

ΕΥ. ὦ Ηράκλεις, τουτὶ τί ποτ ̓ ἐστὶ θηρίον ; τίς ἡ πτέρωσις ; τίς ὁ τρόπος τῆς τριλοφίας; ΕΠ. τίνες εἰσί μ' οἱ ζητοῦντες ;

ΕΥ.

εἴξασιν ἐπιτρίψαι σε.

ΕΠ.

οἱ δώδεκα θεοὶ

μῶν με σκώπτετον

ὁρῶντε τὴν πτέρωσιν ; ἡ γὰρ, ὦ ξένοι,

ἄνθρωπος.

ΕΥ.

ΕΠ.

οὐ σοῦ καταγελώμεν.

ἀλλὰ τοῦ ;

ΠΕΙ. τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
ΕΠ. τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται

ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.

ΕΥ. Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ

[blocks in formation]

ΕΠΟΨ. οὐκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα πτεροῤῥυεῖ τε καὖθις ἕτερα φύομεν.

ἀλλ ̓ εἴπατόν μοι, σφὼ τίν ̓ ἐστόν ;

ΕΥ.

νώ ; βροτώ.

[blocks in formation]

ΕΥ. ἀπηλιαστά. ΕΠ.

τὸ σπέρμ ̓;

ΕΥΕΛ. ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις. ΕΠ. πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ ἤλθετον ;

ΕΥ. σοὶ ξυγγενέσθαι βουλομένω.

ΕΠ.

τίνος πέρι ;

ΕΥ. ὅτι πρῶτα μὲν ἦσθ ̓ ἄνθρωπος, ὥσπερ νώ, ποτέ,

115 κἀργύριον ὠφείλησας, ὥσπερ νώ, ποτέ, κοὐκ ἀποδιδοὺς ἔχαιρες, ὥσπερ νώ, ποτέ· εἶτ ̓ αὖθις ὀρνίθων μεταλλάξας φύσιν, καὶ γῆν ἐπεπέτου καὶ θάλατταν ἐν κύκλῳ, καὶ πάνθ' ὅσαπερ ἄνθρωπος ὅσα τ ̓ ὄρνις φρονεῖς·

120 ταῦτ ̓ οὖν ἱκέται νὰ πρὸς σὲ δεῦρ ̓ ἀφίγμεθα, εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον,

125

ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.

ΕΠ. ἔπειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν ;

1

[blocks in formation]

ΕΠ. ποίαν τιν' οὖν ἥδιστ ̓ ἂν οἰκοῖτ ̓ ἂν πόλιν; ΕΥ. ὅπου τὰ μέγιστα πράγματ ̓ εἴη τοιαδί· ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων 130 λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου, ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία λουσάμενα πρω· μέλλω γὰρ ἑστιᾶν γάμους· καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή, μή μοι τότε γ ̓ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακώς. ΕΠ. νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς. τί δαὶ σύ;

135

136

ΠΕΙ.
ΕΠ.

τοιούτων ἐρῶ κἀγώ.

τίνων ;

(Peisthetærus utters a more criminal wish; to which Epops thus replies :)

145

150

ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
ἀτὰρ ἔστι γ ̓ ὁποίαν λέγετον εὐδαίμων πόλις
παρὰ τὴν ἐρυθρὰν θάλατταν.

ΕΥ.

οἴμοι, μηδαμῶς
ἡμῖν γε παρὰ θάλατταν, ἵν ̓ ἀνακύψεται
κλητῆρ ̓ ἄγουσ ̓ ἕωθεν ἡ Σαλαμινία.
Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι.
ΕΠ. τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
ἐλθόνθ' ;

ΕΥ. ὁτιὴ νὴ τοὺς θεοὺς, ὃς οὐκ ἰδὼν
βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.

ΕΠ. ἀλλ ̓ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Οπούντιοι,

ἵνα χρὴ κατοικεῖν.

ΕΥ.

ἀλλ ̓ ἔγωγ ̓ Οπούντιος

οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.

155 οὗτος δὲ δὴ τίς ἔσθ ̓ ὁ μετ ̓ ὀρνίθων βίος;

σὺ γὰρ οἶσθ ̓ ἀκριβῶς.

ΕΠ.

οὐκ ἄχαρις ἐς τὴν τριβήν.

οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλαντίου.

ΕΥ. πολλήν γ' ἀφεῖλες τοῦ βίου κι

βδηλίαν.

ΕΠ. νεμόμεσθα δ ̓ ἐν κήποις τὰ λευκὰ σήσαμα

160 καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.

165

ΕΥ. ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
ΠΕΙ. φεῦ φεῦ

ἦ μέγ' ἐνορῶ βούλευμ ̓ ἐν ὀρνίθων γένει,
καὶ δύναμιν ἡ γένοιτ ̓ ἂν, εἰ πίθοισθέ μοι.
ΕΠ. τί σοι πιθώμεσθ';

ΠΕΙ.
ὅ τι πίθησθε ; πρῶτα μὲν
μὴ περιπέτεσθε πανταχῆ κεχηνότες"
ὡς τοῦτ ̓ ἄτιμον τοἔργον ἐστίν. Αὐτίκα
ἐκεῖ παρ' ἡμῖν τοὺς πετομένους ἂν ἔρη,
τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·

170 ἄνθρωπος ὄρνις ἀστάθμητος πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ ̓ ἐν ταὐτῷ μένων. ΕΠ. νὴ τὸν Διόνυσον, εὖ γε μωμᾷ ταυταγί. τί ἂν οὖν ποιοῖμεν ;

ΠΕΙ.

οἰκίσατε μίαν πόλιν. ΕΠ. ποίαν δ ̓ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν ; ΠΕΙ. ἄληθες, ὦ σκαιότατον εἰρηκὼς ἔπος,

175 βλέψον κάτω.

ΕΠ.

καὶ δὴ βλέπω.

ΠΕΙ.

βλέπε νῦν ἄνω.

ΕΠ. βλέπω.

ΠΕΙ.

περίαγε τὸν τράχηλον.

ΕΠ.

νὴ Δία,

180

ἀπολαύσομαί τι δ', εἰ διαστραφήσομαι.

ΠΕΙ. εἶδές τι;

ΕΠ.

τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.

ΠΕΙ. οὐχ οὗτος οὖν δήπου 'στὶν ὀρνίθων πόλος;

ΕΠ. πόλος ; τίνα τρόπον ;

ΠΕΙ.

ὥσπερ εἴποι τις τόπος. ὁτιὴ δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα, διὰ τοῦτό γε καλεῖται νῦν πόλος ἦν δ ̓ οἰκίσητε τοῦτο καὶ φράξηθ ̓ ἅπαξ, 185 ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις. ὥστ ̓ ἄρξετ ̓ ἀνθρώπων μὲν ὥσπερ παρνόπων, τοὺς δ ̓ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ. ΕΠ. πῶς ;

ΠΕΙ.

ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. εἶθ ̓ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα 190 Πυθώδε, Βοιωτοὺς δίοδον αιτούμεθα, οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς, ἂν μὴ φόρον φέρωσιν ὑμῖν οἱ θεοὶ,

195

διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

ΕΠ. ἰοὺ ιού

μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα,
μὴ γὼ νόημα κομψότερον ἤκουσά πω
ὥστ ̓ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.

ΠΕΙ. τίς ἂν οὖν τὸ πρᾶγμ ̓ αὐτοῖς διηγήσαιτο;

200

ΕΠ.

σύ.

ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
ἐδίδαξα τὴν φωνὴν, ξυνὼν πολὺν χρόνον.
ΠΕΙ. πως δῆτ ̓ ἂν αὐτοὺς ξυγκαλέσειας ;

ΕΠ.

ῥᾳδίως. δευρὶ γὰρ ἐμβὰς αὐτίκα μάλ' ἐς τὴν λόχμην, 205 ἔπειτ ̓ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,

καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος
ἐάνπερ ἐπακούσωσι, θεύσονται δρόμῳ.

ΠΕΙ. ὦ φίλτατ' ὀρνίθων σὺ, μή νυν ἕσταθι· ἀλλ ̓ ἀντιβολῶ σ ̓, ἄγ ̓ ὡς τάχιστ ̓ ἐς τὴν λόχμην 210 ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

ΕΠ. ἄγε σύννομέ μοι, παῦσαι μὲν ὕπνου, λύσον δὲ νόμους ἱερῶν ὕμνων,

οὓς διὰ θείου στόματος θρηνεῖς, τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν 215 ἐλελιζομένη διεροῖς μέλεσιν γένυος ξουθῆς·

καθαρὰ χωρεῖ διὰ φυλλοκόμου μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας, ἵν ̓ ὁ χρυσοκόμας Φοῖβος ἀκούων, 220 τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων ἐλεφαντόδετον φόρμιγγα, θεῶν ἵστησι χορούς·

διὰ δ ̓ ἀθανάτων στομάτων χωρεῖ

ξύμφωνος ὁμοῦ

225 θεία μακάρων ὀλολυγή.

(αὐλεῖ.)

ΠΕΙ. ὦ Ζεῦ βασιλεῦ, τοῦ φθέγματος τουρ

νιθίου

οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην.

ΕΥ. οὗτος.

ΠΕΙ.

230

ΕΥ.
ΠΕΙ.

τί ἔστιν ;

οὐ σιωπήσει;

τί δαί;

ΕΥ. οὔποψ μελῳδεῖν αὖ παρασκευάζεται.

ΕΠ. ἐποποποποποποποποποποῖ,

ἰὼ ἰω, ἰτὼ ὶτὼ ἐτὼ ἐτὼ

ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων

ὅσοι τ ̓ εὐσπόρους ἀγροίκων γύας

« PreviousContinue »