Page images
PDF
EPUB

1578 ὄμβριον ὕδωρ ἂν εἴχετ ̓ ἐν τοῖς τέλμασιν, ̓Αλκυονίδας τ ̓ ἂν ἤγεθ ̓ ἡμέρας ἀεί.

1580 τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.

ΠΕΙ. ἀλλ ̓ οὔτε πρότερον πώποθ' ἡμεῖς ἤρξαμεν

πολέμου πρὸς ὑμᾶς, νῦν τ ̓ ἐθέλομεν, εἰ δοκεῖ, ἐὰν τὸ δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν, σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαι' ἐστὶν ταδί· 1585 τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν τὸν Δί' ἀποδοῦναι καὶ διαλλαττώμεθα. ἐπὶ τοῖσδε τοὺς πρέσβεις ἐπ ̓ ἄριστον καλώ. ΗΡ. ἐμοὶ μὲν ἀπόχρη ταῦτα, καὶ ψηφίζομαι, ΠΟ. τί, ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστ τρις εἶ.

1590 ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος ;

ΠΕΙ. ἄληθες ; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ ἰσχύσετ ̓, ἢν ὄρνιθες ἄρξωσιν κάτω ;

νῦν μέν γ ̓ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί· 1595 ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,

ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρα
προσπτάμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
ΠΟ. νή τον Ποσειδῶ, ταῦτά γέ τοι καλώς
λέγεις.

ΗΡ. κἀμοὶ δοκεῖ.

ΠΕΙ.

1600

ΤΡΙ.

τί δαὶ σὺ φής ;

Ναβαισατρείο.

ΠΕΙ. ὁρᾷς; ἐπαινεῖ χοὗτος. ἕτερον νῦν ἔτι ἀκούσαθ ̓ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν. ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν εὐξάμενος, εἶτα διασοφίζηται λέγων, 1605 μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίαν, ἀναπράξομεν καὶ ταῦτα.

ΠΟ.

φέρ ̓ ἴδω, τῷ τρόπῳ ; ΠΕΙ. ὅταν διαριθμῶν ἀργυρίδιον τύχη ἄνθρωπος οὗτος, ἢ καθῆται λούμενος, καταπτάμενος ἐκτῖνος, ἁρπάσας λάθρα,

1610 προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.

ΗΡ. τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι

1612 τούτοις ἐγώ. ΠΟ.

καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.

ΗΡ. ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι ;

ΤΡΙ.

Βακταρικροῦσα.

ΗΡ.

φησὶν εὖ λέγειν πάνυ.

Σαννάκα

1615 ΠΟ. εἴ τοι δοκεῖ σφῶν ταῦτα κἀμοὶ συνδοκεῖ. ΗΡ. οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου

πέρι.

ΠΕΙ. καὶ νὴ Δί ̓ ἕτερόν γ ̓ ἐστὶν οὗ 'μνήσθην

ἐγώ.

τὴν μὲν γὰρ Ηραν παραδίδωμι τῷ Διί,
τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ ̓ ἐμοὶ
ἐκδοτέον ἐστίν.

1620 ΠΟ.

1625

ἀπίωμεν οἴκαδ ̓ αὖθις.

ΠΕΙ.

οὐ διαλλαγῶν ἐρᾷς.

ὀλίγον μοι μέλει.

μάγειρε, τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
ΗΡ. ὦ δαιμόνι' ἀνθρώπων Πόσειδον, ποῖ

φέρει;

ἡμεῖς περὶ γυναικὸς μιας πολεμήσομεν ;
ΠΟ, τί δαὶ ποιῶμεν ;

ΗΡ.

ὅ τι; διαλλαττώμεθα.

ΠΟ. τί, ζύρ ̓; οὐκ οἶσθ ̓ ἐξαπατώμενος

πάλαι ;

βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ ὁ Ζεύς, παραδοὺς τούτοισι τὴν τυραννίδα, πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται 1630 τὰ χρήμαθ ̓, ὅσ ̓ ἂν ὁ Ζεὺς ἀποθνήσκων καταλίπη. ΠΕΙ. οἴμοι τάλας, οἷόν σε περισοφίζεται. δεῦρ ̓ ὡς ἔμ' ἀποχώρησον, ἵνα τί σοι φράσω. διαβάλλεταί σ ̓ ὁ θεῖος, ὦ πονηρὲ σύ.

τῶν γὰρ πατρῴων οὐδ ̓ ἀκαρῆ μέτεστί σοι 1635 κατὰ τοὺς νόμους νόθος γὰρ εἶ κοὐ γνήσιος. ΗΡ. ἐγὼ νόθος ; τί λέγεις ;

1640

[ocr errors][merged small]

σὺ μέντοι νὴ Δία, γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε ἐπίκληρον εἶναι τὴν ̓Αθηναίαν δοκεῖς, οὖσαν θυγατέρ ̓, ὄντων ἀδελφῶν γνησίων ; ΗΡ. τί δ', ἣν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα

1641 νόθῳ 'ξαποθνήσκων ;

ΠΕΙ.

ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν, ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος. 1645 ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον

66

Νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν, παίδων ὄντων γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.

[ocr errors]

ΗΡ. ἐμοὶ δ ̓ ἄρ ̓ οὐδὲν τῶν πατρῴων χρημάτων μέτεστιν ;

1650 ΠΕΙ. οὐ μέντοι μὰ Δία. λέξον δέ μοι, ἤδη σ ̓ ὁ πατὴρ εἰσήγαγ ̓ ἐς τοὺς φράτορας;

ΗΡ. οὐ δήτ' ἐμέ γε. καὶ δῆτ ̓ ἐθαύμαζον πάλαι.

ΠΕΙ. τί δῆτ ̓ ἄνω κέχηνας αἰκίαν βλέπων ; ἀλλ ̓ ἦν μεθ ̓ ἡμῶν ᾖς, καταστήσω σ ̓ ἐγὼ 1655 τύραννον, ὀρνίθων παρέξω σοι γάλα.

1660

1665

1670

ΗΡ. δίκαι ̓ ἔμοιγε καὶ πάλιν δοκεῖς λέγειν περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι. ΠΕΙ. τί δαὶ σὺ φής ;

ΠΟ.

τἀναντία ψηφίζομαι. ΠΕΙ. ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;

ΤΡΙ. καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῖ ὄρνιτο παραδίδωμι.

HP.

παραδοῦναι λέγει.

ΠΟ. μὰ τὸν Δί' οὐχ οὗτός γε παραδοῦναι

λέγει,

εἰ μὴ βαδίζειν ὥσπερ αἱ χελιδόνες.

ΠΕΙ. οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.

ΠΟ. σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε ἐγὼ δ ̓, ἐπειδὴ σφῶν δοκεῖ, σιγήσομαι.

ΗΡ. ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ. ἀλλ ̓ ἴθι μεθ ̓ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν, ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ ̓ ἐκεῖ λάβης. ΠΕΙ. ἐς καιρὸν ἆρα κατεκόπησαν οὗτοιὶ ἐς τοὺς γάμους.

ΗΡ.

βούλεσθε δῆτ ̓ ἐγὼ τέως

1672 ὀπτῷ τὰ κρέα ταυτὶ μένων ; ὑμεῖς δ ̓ ἴτε. ΠΟ. ὀπτᾷς τὰ κρέα; πολλήν γε τευθείαν λέγεις.

οὐκ εἴ μεθ ̓ ἡμῶν;

ΗΡ.

εὖ γε μέν τἂν διετέθην.

1675 ΠΕΙ. ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό

1680

1685

μοι.

ΧΟΡ. ἔστι δ ̓ ἐν Φαναῖσι πρὸς τῇ (ἀντιστροφή. . κλεψύδρα πανουργον ἐγ

γλωττογαστόρων γένος,

οἳ θερίζουσίν τε καὶ σπεί

ρουσι καὶ τρυγῶσι ταῖς γλώτ
ταισι συκάζουσί τε
βάρβαροι δ ̓ εἰσὶν γένος,
Γοργίαι τε καὶ Φίλιπποι.
κἀπὸ τῶν ἐγγλωττογαστό-
ρων ἐκείνων τῶν Φιλίππων
πανταχοῦ τῆς ̓Αττικῆς ἡ
γλῶττα χωρὶς τέμνεται.

ΑΓ. ὦ πάντ ̓ ἀγαθὰ πράττοντες, ὦ μείζω
λόγου,

ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος, 1690 δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις. προσέρχεται γὰρ οἷος οὔτε παμφαὴς ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ, οὔθ ̓ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας τοιοῦτον ἐξέλαμψεν, οἷον ἔρχεται,

1695 ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος
ὀσμὴ δ ̓ ἀνωνόμαστος ἐς βάθος κύκλου
χωρεῖ, καλὸν θέαμα θυμιαμάτων δ ̓
αὖραι διαψαίρουσι πλεκτάνην καπνού.
1700 ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
ΧΟΡ. ἄναγε, δίεχε, πάραγε, πάρεχε,
περιπέτεσθε

μάκαρα μάκαρι σὺν τύχα.

1705 ὦ φεῦ φεῦ τῆς ὥρας, τοῦ κάλλους.

ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γήμας.
μεγάλαι μεγάλαι κατέχουσι τύχαι

1708 γένος ορνίθων

διὰ τόνδε τὸν ἄνδρ'. ἀλλ' ὑμεναίοις 1710 καὶ νυμφιδίοισι δέχεσθ ̓ ᾠδαῖς

αὐτὸν καὶ τὴν Βασίλειαν.

Ηρα ποτά Ὀλυμπία τῶν ἠλιβάτων θρόνων ἄρχοντα θεοῖς μέγαν 1715 μοῖραι ξυνεκοίμισαν ἐν τοιῷδ ̓ ὑμεναίῳ. Ὑμὴν ὦ, Ὑμέναι π ὁ δ ̓ ἀμφιθαλὴς Ερως χρυσόπτερος ἡνίας 1720 εὔθυνε παλιντόνους, Ζηνὸς πάροχος γάμων τῆς τ ̓ εὐδαίμονος Ηρας. Ὑμὴν ὦ, Ὑμέναι ̓ ὦ.

ΠΕΙ. ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·

1725 ἄγαμαι δὲ λόγων. ἄγε νῦν αὐτοῦ καὶ τὰς χθονίας κλήσατε βροντάς, τάς τε πυρώδεις Διὸς ἀστεροπάς, δεινόν τ ̓ ἀργῆτα κεραυνόν.

ΧΟΡ. ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,

1730 ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον, ὦ χθόνιαι βαρυαχέες

ὀμβροφόροι θ ̓ ἅμα βρονταί,

αἷς ὅδε νῦν χθόνα σείει.

διὰ σὲ τὰ πάντα κρατήσας,

1735 καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.

Ὑμὴν ὦ, Ὑμέναι π.

ΠΕΙ. ἕπεσθε νῦν γάμοισιν, ὦ

φύλα πάντα συννόμων

πτεροφόρ ̓, ἐπὶ πέδον Διὸς

1740 καὶ λέχος γαμήλιον.
ὄρεξον, ὦ μάκαιρα, σὴν
χεῖρα, καὶ πτερῶν ἐμῶν
λαβοῦσα συγχόρευσον· αἴ-
ρων δὲ κουφιῶ σ' ἐγώ.
ΧΟΡ. ἀλαλαλαί, ἰὴ Παιών,
τήνελλα καλλίνικος, ὦ
Δαιμόνων ὑπέρτατε.

1745

« PreviousContinue »