Page images
PDF
EPUB

1097 ὥστε κρείττω δῶρα πολλῷ τῶν ̓Αλεξάνδρου

λαβεῖν.

πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, γλαύκες ὑμᾶς οὔποτ ̓ ἐπιλείψουσι Λαυριωτικαί 1100 ἀλλ' ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλαντίοις ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα. εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε. τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν· κἂν λαχόντες ἀρχίδιον εἶθ ̓ ἁρπάσαι βούλησθέ τι, 1105 ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.

ἢν δέ που δειπνῆτε, πρηγορῶνας ὑμῖν πέμψομεν. ἦν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆν ̓ ἔχῃ, ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ' οὕτω δίκην

1110 δώσεθ ̓ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι. ΠΕΙ. τὰ μὲν ἱέρ' ἡμῖν ἐστιν, ὦρνιθες, καλά ἀλλ' ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος οὐδεὶς ὅτου πευσόμεθα τἀκεῖ πράγματα. ἀλλ ̓ οὑτοσὶ τρέχει τις ̓Αλφειὸν πνέων.

ΑΓΓΕΛΟΣ Α.

1115 ποῦ τοῦ 'στι, ποῦ ποῦ τοῦ 'στι, ποῦ που ποῦ

στι, ποῦ

ποῦ Πεισθέταιρός ἐστιν ἄρχων;

ΠΕΙ.

ουτοσί.

εὖ λέγεις.

ΑΓ. Α. ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
ΠΕΙ.

ΑΓ. Α. κάλλιστον ἔργον καὶ μεγαλοπρεπέ

στατον

ὥστ ̓ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς 1120 καὶ Θεογένης ἐναντίω δύ ̓ ἅρματε,

ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.

ΠΕΙ.

Ἡράκλεις. ΑΓ. Α. τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησ αὔτ ̓ ἐγώ,

ἑκατοντορόγυιον.

ΠΕΙ.

ὦ Πόσειδον, τοῦ μάκρους.

1125 τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;

1126 ΑΓ. Α. ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν, ἀλλ ̓ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.

ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύρια 1130 γέρανοι, θεμελίους καταπεπωκυῖαι λίθους. τούτους δ' ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν. ἕτεροι δ ̓ ἐπλινθοποιουν πελαργοὶ μύριοι· ὕδωρ δ' ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα οἱ χαραδριοὶ καὶ τἄλλα ποτάμι ̓ ὄρνεα. ΠΕΙ. ἐπηλοφόρουν δ ̓ αὐτοῖσι τίνες ; ΑΓ. Α. λεκάναισι.

1135

1140

1145

ΠΕΙ.

ἐρωδιοὶ

τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς ; ΑΓ. Α. τοῦτ ̓, ὦγάθ', ἐξεύρητο καὶ σοφώτατα οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτὸν τοῖν ποδοῖν. ΠΕΙ. τί δήτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο ; ΑΓ. Α. καὶ νὴ Δί' αἱ νῆτταί γε περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ ̓ ἔχουσαι κατόπιν, ὥσπερ παιδία, τὸν πηλὸν ἐν τοῖς στόμασιν αἱ χελιδόνες. ΠΕΙ. τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτο τις ; φέρ ̓ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες ἀπειργάσαντ' ;

ΑΓ. Α.

ὄρνιθες ἦσαν τέκτονες σοφώτατοι πελεκαντες, οἳ τοῖς ρύγχεσιν ἀπεπελέκησαν τὰς πύλας· ἦν δ ̓ ὁ κτύπος 1150 αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ. καὶ νῦν ἅπαντ ̓ ἐκεῖνα πεπύλωται πύλαις, καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ, ἐφοδεύεται, κωδωνοφορείται, πανταχῆ φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι 1155 ἐν τοῖσι πύργοις. ἀλλ' ἐγὼ μὲν ἀποτρέχων ἀπονίψομαι· σὺ δ ̓ αὐτὸς ἤδη τἄλλα δρα.

ΧΟΡ. οὗτος, τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;

ΠΕΙ. νὴ τοὺς θεοὺς ἔγωγε καὶ γὰρ ἄξιον· 1160 ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν. ἀλλ ̓ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος ἐσθεῖ πρὸς ἡμᾶς δεύρο, πυρρίχην βλέπων.

ΑΓΓΕΛΟΣ Β.

1163 ιού ιού, του ιού, του ιού.
ΠΕΙ. τί τὸ πρᾶγμα τουτί ;

ΑΓ. Β.

δεινότατα πεπόνθαμεν.

1165 τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς διὰ τῶν πυλῶν εἰσέπτατ ̓ εἰς τὸν ἀέρα, λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.

1170

ΠΕΙ. ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος. τίς τῶν θεῶν;

ΑΓ. Β.

τοῦτ ̓ ἴσμεν.

ΠΕΙ.

οὐκ ἴσμεν· ὅτι δ ̓ εἶχε πτερά,

πέμψαι κατ' αὐτὸν εὐθύς;

ΑΓ. Β.

οὔκουν δῆτα περιπόλους ἐχρῆν

ἀλλ ̓ ἐπέμψαμεν

τρισμυρίους ἱέρακας ἱπποτοξότας,

χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος, κερχνής, τριόρχης, γύψ, κύμινδις, ἀετός 1175 ῥύμη τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου

κἄστ ̓ οὐ μακρὰν ἄπωθεν, ἀλλ ̓ ἐνταῦθά που
ἤδη 'στίν.

ΠΕΙ.

οὐκοῦν σφενδόνας δεῖ λαμβάνειν

καὶ τόξα· χώρει δεῦρο πᾶς ὑπηρέτης

1180 τόξευε, παῖε, σφενδόνην τίς μοι δότω.

ΧΟΡ. πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς

(στροφή.)

πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
ἀέρα περινέφελον, ὃν Ερεβος ἐτέκετο,
μή σε λάθη θεῶν τις ταύτῃ περῶν

1185 ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν * *,
ὡς ἐγγὺς ἤδη δαίμονος πεθαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

ΠΕΙ. αὕτη σὺ ποῖ ποῖ ποῖ πέτει; μέν' ἥσυχος, ἔχ ̓ ἀτρέμας· αὐτοῦ στῆθ'· ἐπίσχες του δρόμου. 1190 τίς εἶ; Ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν ποτ ̓ εἶ.

ΙΡΙΣ.

παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.

ΠΕΙ. ὄνομα δέ σοι τί ἐστι, πλοῖον, ἢ κυνῆ ;

[blocks in formation]

1200

ΠΕΙ.

ταυτηνί τις οὐ ξυλλήψεται

ἀναπτάμενος τρίορχος ;

IP.

τί ποτ ̓ ἐστὶ τουτὶ τὸ κακόν;

ΠΕΙ.

ἐμὲ συλλήψεται ;

οἰμώξει μακρά.

κατὰ ποίας πύλας

ΙΡ. ἄτοπόν γε τουτὶ πράγμα.

IP.

ΠΕΙ.

εἰσῆλθες εἰς τὸ τεῖχος, ὦ μιαρωτάτη ;

ΙΡ. οὐκ οἶδα μὰ Δί' ἔγωγε κατὰ ποίας πύλας. ΠΕΙ. ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται; πρὸς τοὺς κολοιάρχους προσῆλθες ; οὐ λέγεις ; σφραγῖδ ̓ ἔχεις παρὰ τῶν πελαργῶν ;

IP.

τί τὸ κακόν ;

[blocks in formation]

ΠΕΙ.

οὐδὲ σύμβολον

ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών ;

1205 ΙΡ. μὰ Δί' οὐκ ἔμοιγ ̓ ἐπέβαλεν οὐδείς, ὦ μέλε. ΠΕΙ. κἄπειτα δῆθ ̓ οὕτω σιωπῇ διαπέτει

διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους; IP. ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς; ΠΕΙ. οὐκ οἶδα μὰ Δί ̓ ἔγωγε τῇδε μὲν γὰρ οὔ. 1210 ἀδικεῖ δὲ καὶ νῦν. ἆρά γ ̓ οἶσθα τοῦθ ̓, ὅτι δικαιότατ ̓ ἂν ληφθεῖσα πασῶν Ἰρίδων ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες; ΙΡ. ἀλλ ̓ ἀθάνατός εἰμ'.

ΠΕΙ.

ἀλλ ̓ ὅμως ἂν ἀπέθανες.

δεινότατα γάρ τοι πεισόμεσθ', ἐμοὶ δοκεῖ, 1215 εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ ̓ οἱ θεοὶ ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ ̓ ὅτι ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων. φράσον δέ τοί μοι, τώ πτέρυγε ποῖ ναυστολεῖς; IP. ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς

1220 φράσουσα θύειν τοῖς Ολυμπίοις θεοῖς μηλοσφαγεῖν τε βουθύτοις ἐπ' ἐσχάραις κνισαν τ ̓ ἀγυιάς.

1222 ΠΕΙ.

1225

τί σὺ λέγεις; ποίοις θεοῖς ;

IP. ποίοισιν; ἡμῖν, τοῖς ἐν οὐρανῷ θεοῖς.
ΠΕΙ. θεοὶ γὰρ ὑμεῖς;

IP.

τίς γάρ ἐστ ̓ ἄλλος θεός ; ΠΕΙ. ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί, οἷς θυτέον αὐτούς ἀλλὰ μά Δί' οὐ τῷ Διί. ΙΡ. ὦ μωρε μωρε, μὴ θεῶν κίνει φρένας δεινάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, 1230 λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώση σου Λικυμνίαις βολαῖς.

ΠΕΙ. ἄκουσον αὕτη παυε τῶν παφλασμάτων ἔχ ̓ ἀτρέμα. φέρ ̓ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς; 1235 ἆρ ̓ οἶσθ ̓ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους ̓Αμφίονος καταιθαλώσω πυρφόροισιν ἀετοῖς,

πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν ὄρνις ἐπ ̓ αὐτόν, παρδαλᾶς ἐνημμένους, 1240 πλεῖν ἑξακοσίους τὸν ἀριθμόν; καὶ δή ποτε εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα. ΙΡ. διαρραγείης, ὦ μέλ', αὐτοῖς ῥήμασιν. ΠΕΙ. οὐκ ἀποσοβήσεις; οὐ ταχέως; Εὐρὰξ πατάξ.

ΙΡ. ή μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
ΠΕΙ. οίμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη

1250 καταιθαλώσεις τῶν νεωτέρων τινά;

1255

ΧΟΡ. ἀποκεκλήκαμεν διογενείς θεοὺς

(ἀντιστροφή.)

μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
μηδέ τιν ̓ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι
τῇδε βροτὸν θεοῖσι πέμπειν καπνόν.

ΠΕΙ. δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς
βροτοὺς

οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.

ΚΗΡΥΞ.

ὦ Πεισθέταιρ ̓, ὦ μακάρι ̓, ὦ σοφώτατε,
ὦ κλεινότατ ̓, ὦ σοφώτατ ̓, ὦ γλαφυρώτατε,
ὦ τρισμακάρι ̓, ὦ κατακέλευσον,

« PreviousContinue »