Page images
PDF
EPUB
[blocks in formation]

ἀναχάσκων

ὀβολὸν κατεβρόχθισα κᾆτα κενὸν τὸν θύλακον οἴκαδ ̓ ἀφείλκον.

ΠΕΙ. Αἰγύπτου δ ̓ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν

505 χὠπόθ ̓ ὁ κόκκυξ εἴποι κόκκυ, τότε γ ̓ οἱ Φοίνικες

ἅπαντες

τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις

ἐθέριζον.

ἦρχον δ' οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ ̓ εἴ τις καὶ βασιλεύοι

ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων, ̓Αγαμέμνων ἢ Μενέλαος,

510 ἐπὶ τῶν σκήπτρων ἐκάθητ ̓ ὄρνις, μετέχων ὅ τι

δωροδοκοίη.

ΕΥ. τουτὶ τοίνυν οὐκ ἤδη 'γώ· καὶ δῆτά μ' ἐλάμβανε θαῦμα,

ὁπότ ̓ ἐξέλθοι Πρίαμος τις ἔχων ὄρνιν ἐν τοῖσι

τραγῳδοῖς·

ὁ δ ̓ ἄρ ̓ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι
δωροδοκοίη.

ΠΕΙ. ὃ δὲ δεινότατόν γ ̓ ἐστὶν ἁπάντων, ὁ
Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

515 ἀετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς, βασιλεὺς ὤν

[ocr errors]

ἡ δ ̓ αὖ θυγάτηρ γλανχ', ὁ δ' Απόλλων ὥσπερ θεράπων ἱέρακα.

ΕΥ. νὴ τὴν Δήμητρ ̓ εὖ ταῦτα λέγεις. Τίνος οὕνεκα ταῦτ ̓ ἄρ ̓ ἔχουσιν;

ΠΕΙ. ἵν ̓ ὅταν θύων τις ἔπειτ ̓ αὐτοῖς εἰς τὴν χεῖρ ̓, ὡς νόμος ἐστί,

τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

520 ὤμου τ' οὐδεὶς τότ ̓ ἂν ἀνθρώπων θεόν, ἀλλ ̓ ὄρνιθας ἅπαντες.

λάμπων δ ̓ ὄμνυσ ̓ ἔτι καὶ νυνὶ τὸν χῆν ̓, ὅταν ἐξαπατᾷ τι

οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ ̓ ἐνόμιζον,

νῦν δ ̓ ἀνδράποδ ̓, ἠλιθίους, Μανᾶς. ὥσπερ δ ̓ ἤδη τοὺς μαινομένους 525 βάλλουσ ̓ ὑμᾶς, κάν τοῖς ἱεροῖς πᾶς τις ἐφ' ὑμῖν ὀρνιθευτὴς ἵστησι βρόχους, παγίδας, ράβδους, ἕρκη, νεφέλας, δίκτυα, πηκτάς εἶτα λαβόντες πωλοῦσ ̓ ἀθρόους 530 οἱ δ ̓ ὠνοῦνται βλιμάζοντες" κοὐδ ̓ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, ὀπτησάμενοι παρέθενθ ̓ ὑμᾶς, ἀλλ ̓ ἐπικνῶσιν τυρόν, ἔλαιον, σίλφιον, ὄξος, καὶ τρίψαντες 535 κατάχυσμ ̓ ἕτερον γλυκὺ καὶ λιπαρόν, κἄπειτα κατεσκέδασαν θερμὸν τοῦτο καθ' ὑμῶν

αὐτῶν ὥσπερ κενεβρείων.

ΧΟΡ. πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λό

γους

(ἀντιστροφή.)

540 ἤνεγκας, ἄνθρωφ ̓ ὡς ἐδάκρυσά γ ̓ ἐμῶν

πατέρων κάκην, οἱ

τάσδε τὰς τιμὰς προγόνων παραδόντων,
ἐπ ̓ ἐμοῦ κατέλυσαν.

σὺ δέ μοι κατὰ δαίμονα καὶ κατὰ συντυχίαν 545 ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.

550

ἀναθεὶς γὰρ ἐγώ σοι

τά τε νοττία κἀμαυτὸν οἰκήσω.

ἀλλ ̓ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,

εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.

ΠΕΙ. καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,

κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ

552 περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ

Βαβυλώνα.

ΕΠ. ὦ Κεβριόνα καὶ Πορφυρίων, ὡς σμερδαλέον τὸ πόλισμα.

ΠΕΙ. κἄπειτ ̓ ἂν τοῦτ ̓ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί' ἀπαιτεῖν'

555 κἂν μὲν μὴ φῇ μηδ' ἐθελήσῃ μηδ ̓ εὐθὺς γνωσι

μαχήση,

ἱερὸν πόλεμον πρωυδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν

ἀπειπεῖν

Διὰ τῆς χώρας τῆς ὑμετέρας [εἰς τὴν γῆν] μὴ διαφοιτᾶν,

[ὥσπερ πρότερον πρὸς τὰς Σεμέλας τάς τ' Αλκμήνας κατέβαινον.]

561 τοῖς δ ̓ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα

κελεύω,

ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ

λοιπόν

κἄπειτα θεοῖς ὕστερον αὖθις προσνείμασθαι δὲ

πρεπόντως

τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόζῃ καθ ̓ ἕκαστον.

[He then mentions that each deity shall be replaced by a bird, to whom the sacrifices hitherto offered to that deity shall henceforth be offered. The particular birds are selected from some supposed (often far-fetched) connexion between their names and the character of the god whom each is to replace.] 571 ΕΠ. καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,

οἳ πετόμεσθα πτέρυγάς τ ̓ ἔχομεν ;

ΠΕΙ.

ληρεῖς· καὶ νὴ Δί ̓ ὅ γ ̓ Ἑρμῆς πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.

αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν, καὶ τὴ Δί' Ἔρως γε

575 Ἶριν δέ γ' Ομηρος ἔφασκ ̓ ἐκέλην εἶναι τρήρωνι

πελείῃ.

ΕΠ. ὁ Ζεὺς δ ̓ ἡμῖν οὐ βροντήσας πέμπει

πτερόεντα κεραυνόν;

ΠΕΙ. ἦν δ ̓ οὖν ὑμᾶς μὲν ὑπ ̓ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,

578 τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ, τότε χρὴ στρουθῶν νέφος ἀρθὲν

καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ ̓ αὐτῶν ἀνακάψαι

580 κάπειτ' αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι

585

μετρείτω.

ΕΥ. οὐκ ἐθελήσει μά Δί', ἀλλ ̓ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

ΠΕΙ. οἱ δ ̓ αὖ κόρακες τῶν ζευγαρίων, οἶσιν τὴν γῆν καταροῦσιν,

καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ

εἶθ' ὅ γ ̓ ̓Απόλλων ἰατρός γ' ὢν ἰάσθω· μισθοφορεῖ δέ.

ΕΥ. μή, πρίν γ ̓ ἂν ἐγὼ τὰ βοιδαρίω τὠμὼ
πρώτιστ ̓ ἀποδῶμαι.

ΠΕΙ. ἦν δ ̓ ἡγῶνται σε θεόν, σὲ βίον, σὲ δὲ
Γῆν, σὲ Κρόνον, σὲ Ποσειδῶ,

ἀγάθ' αὐτοῖσιν πάντα παρέσται.

ΕΠ.

λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

ΠΕΙ. πρῶτα μὲν αὐτῶν τὰς οινάνθας οἱ πάρνοπες οὐ κατέδονται,

ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνήδων

ἐπιτρίψει.

590 εἶθ ̓ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατ

595

έδονται,

ἀλλ' ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.

ΕΠ. πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ ̓ ἐρῶσι.

ΠΕΙ. τὰ μέταλλ ̓ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστὰ

τάς τ' ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν

κατεροῦσιν,

ὥστ ̓ ἀπολεῖται των ναυκλήρων οὐδείς.

ΕΠ.

πῶς οὐκ ἀπολεῖται;

ΠΕΙ. προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·

νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.

598 ΕΥ. γαῦλον κτώμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ' ὑμῖν.

ΠΕΙ. τοὺς θησαυρούς τ ̓ αὐτοῖς δείξουσ ̓ οὓς οἱ πρότερον κατέθεντο

600 τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες,

οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις

ἄρ ̓ ὄρνις.

ΕΥ. πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.

ΕΠ. πῶς δ ̓ ὑγίειαν δώσουσ ̓ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν ;

ΠΕΙ. ἢν εὖ πράττωσ ̓, οὐχ ὑγιεία μεγάλη τοῦτ ̓ ἐστί; σάφ ̓ ἴσθι,

605 ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς

610

ὑγιαίνει.

ΕΠ. πῶς δ ̓ εἰς γῆρας ποτ ̓ ἀφίξονται; καὶ γὰρ τοῦτ ̓ ἔστ' ἐν Ὀλύμπῳ

ἢ παιδάρι ̓ ὄντ ̓ ἀποθνήσκειν δεῖ ;

ΠΕΙ.

μὰ Δί', ἀλλὰ τριακόσι ̓ αὐτοῖς

ἔτι προσθήσουσ ̓ ὄρνιθες ἔτη.

ΕΠ.

ΠΕΙ.

παρὰ τοῦ ;

παρὰ τοῦ; παρ' ἑαυτῶν.

οὐκ οἶσθ ̓ ὅτι πέντ ̓ ἀνδρῶν γενεὰς ζώει λακέ

ρυζα κορώνη;

ΕΥ. αἰβοῖ, ὡς πολλῷ κρείττους οὗτοι τοῦ
Διὸς ἡμῖν βασιλεύειν.

ΠΕΙ. οὐ γὰρ πολλῷ;

....

καὶ πρῶτα μὲν οὐχὶ νεὼς ἡμᾶς οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις, 615 ἀλλ ̓ ὑπὸ θάμνοις καὶ πρινιδίοις οἰκήσουσιν. τοῖς δ ̓ αὖ σεμνοῖς τῶν ὀρνίθων δένδρον ἐλάας ὁ νεὼς ἔσται· κοὐκ εἰς Δελφοὺς οὐδ ̓ εἰς Αμμων ̓ ἐλθόντες ἐκεῖ 620 θύσομεν, ἀλλ ̓ ἐν ταῖσιν κομάροις καὶ τοῖς κοτίνοις στάντες ἔχοντες κριθάς, πυρούς, εὐξόμεθ ̓ αὐτοῖς ἀνατείνοντες τὼ χεῖρ ̓ ἀγαθῶν

« PreviousContinue »