Page images
PDF
EPUB

366 τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενῆ καὶ φυλέτα; ΧΟΡ. φεισόμεσθα γὰρ τί τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων ;

ἢ τίνας τισαίμεθ ̓ ἄλλους τῶνδ ̓ ἂν ἐχθίους ἔτι; ΕΠ. εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ, τὸν δὲ νοῦν εἰσιν φίλοι,

370 καὶ διδάξοντές τι δεῦρ ̓ ἥκουσιν ὑμᾶς χρήσιμον. ΧΟΡ. πῶς δ ̓ ἂν οἵδ ̓ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε,

ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς ;

ΕΠ. ἀλλ ̓ ἀπ' ἐχθρῶν δῆτα πολλὰ μαν θάνουσιν οἱ σοφοί.

ἡ γὰρ εὐλάβεια σώζει πάντα. Παρὰ μὲν οὖν

φίλου

375 οὐ μάθοις ἂν τοῦθ', ὁ δ ̓ ἐχθρὸς εὐθὺς ἐξηνάγ

380

κασεν.

αὐτίχ' αἱ πόλεις παρ' ἀνδρῶν γ ̓ ἔμαθον ἐχθρῶν

κοὐ φίλων

ἐκπονεῖν θ ̓ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς. τὸ δὲ μάθημα τοῦτο σώζει παῖδας, οἶκον, χρήματα. ΧΟΡ. ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,

χρήσιμον μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

ΠΕΙ. οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ̓́Αναγ ἐπὶ σκέλος.

ΕΠ. καὶ δίκαιόν γ ̓ ἐστὶ, κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

ΧΟΡ. ἀλλὰ μὴν οὐδ ̓ ἄλλο σοί πω πρᾶγμ ̓ ἐνηντιώμεθα.

ΠΕΙ. μᾶλλον εἰρήνην ἄγουσιν ἡμίν· ὥστε τὴν χύτραν

385 τώ τε τρυβλίω καθίει·

καὶ τὸ δόρυ χρὴ, τὸν ὀβελίσκον,

περιπατεῖν ἔχοντας ἡμᾶς

τῶν ὅπλων ἐντὸς, παρ ̓ αὐτὴν

τὴν χύτραν ἄκραν ὁρῶντας

390 ἐγγύς· ὡς οὐ φευκτέον νῷν.

ΕΥ. ἐτεὸν, ἦν δ ̓ ἄρ ̓ ἀποθάνωμεν,

392 κατορυχησόμεσθα που γῆς ;

ΠΕΙ. ὁ Κεραμεικός δέξεται νώ. δημόσια γὰρ ἵνα ταφῶμεν,

395 φήσομεν πρὸς τοὺς στρατηγοὺς μαχομένω τοῖς πολεμίοισιν ἀποθανεῖν ἐν Ορνεαῖς.

ΧΟΡ. ἄναγ ̓ ἐς τάξιν πάλιν ἐς ταυτὸν, καὶ τὸν θυμὸν κατάθου κύψας 400 παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης καναπυθώμεθα τούσδε, τίνες ποτέ, καὶ πόθεν ἔμολον,

405

410

ἐπὶ τίνα τ ̓ ἐπίνοιαν.
ἰὼ ἔποψ, σέ τοι καλῶ.

ΕΠ. καλεῖς δὲ τοῦ κλύειν θέλων ;
ΧΟΡ. τίνες ποθ ̓ οἵδε καὶ πόθεν ;
ΕΠ. ξένω σοφῆς ἀφ ̓ Ἑλλάδος.
ΧΟΡ. τύχη δὲ ποία κομί-

ΕΠ.

ζει ποτ ̓ αὐτὴ πρὸς ὄρ-
νιθας ἐλθεῖν;

βίου διαίτης τε καὶ

σου ξυνοικεῖν τέ σοι

καὶ ξυνεῖναι τὸ πᾶν.

ΧΟΡ. τί φής ;

415 λέγουσι δὲ δὴ τίνας λόγους ;

ΕΠ. ἄπιστα και πέρα κλύειν.

Ἔρως

ΧΟΡ. ὁρᾷ τι κέρδος ἐνθάδ ̓ ἄξιον μονῆς, ὅτῳ πέποιθέ μοι ξυνὼν

κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ

420 φίλοισιν ὠφελεῖν ἔχειν ;

ΕΠ. λέγει μέγαν τιν ̓ ὄλβον οὔ

τε λεκτὸν οὔτε πιστὸν, ὡς

σὰ ταῦτα πάντα καὶ

τὸ τῇδε καὶ τὸ κεῖσε, καὶ

425 τὸ δεῦρο προσβιβᾷ λέγων.

ΧΟΡ. πότερα μαινόμενος ;
ΕΠ. ἄφατον ὡς φρόνιμος.
ΧΟΡ. ἔνι σοφόν τι φρενί ;

ΕΠ. πυκνότατον κίναδος,

430 σόφισμα, κύρμα, τρίμμα, παιπάλημ ̓ ὅλον.

431

ΧΟΡ. λέγειν λέγειν κέλευέ κλύων γὰρ ὧν σύ μοι λέγεις λόγων ἀνεπτέρωμαι.

μοι.

ΕΠ. ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν

435 ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ εἰς τὸν ἰπνὸν εἴσω, πλησίον τοὐπιστάτου· σὺ δὲ τούσδ' ἐφ ̓ οἷσπερ τοῖς λόγοις συνέλεξ ἐγώ,

φράσον, δίδαξον.

ΠΕΙ.

μὰ τὸν ̓Απόλλω 'γὼ μὲν οὔ, ἢν μὴ διάθωνταί γ' οἵδε διαθήκην ἐμοὶ 440 ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο. ΧΟΡ. διατίθεμαι 'γώ.

ΠΕΙ.

κατόμοσόν νυν ταῦτά μοι.

ΧΟΡ. ὄμνυμ ̓ ἐπὶ τούτοις πᾶσι νικᾶν τοῖς

κριταῖς

καὶ τοῖς θεαταῖς πᾶσιν.

ΠΕΙ.

ἔσται ταυταγί.

ΧΟΡ. εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

ΚΗΡΥΞ.

ἀκούετε λεω· τοὺς ὁπλίτας νυνμενὶ ἀνελυμένους θὤπλ ̓ ἀπιέναι πάλιν οἴκαδε, 450 σκοπεῖν δ ̓ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πι

νακίοις.

ΧΟΡ. δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον

(στροφή.)

πέφυκεν ἄνθρωπος· σὺ δ ̓ ὅμως λέγε μοι.

τάχα γὰρ τύχοις ἂν

χρηστὸν ἐξειπὼν ὅ τι ποι παρορᾷς, ἢ

455 δύναμίν τινα μείζω

παραλειπομένην ὑπ ̓ ἐμῆς φρενὸς ἀξυνέτου
σὺ δὲ τοῦθ ̓ ὁρᾷς. Λέγ ̓ εἰς κοινόν.

ὃ γὰρ ἂν σὲ τύχης μοι

ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.

460 ἀλλ ̓ ἐφ' ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην

ἀναπείσας,

λέγε θαῤῥήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότε

ρον παραβῶμεν.

463

465

ΠΕΙ. καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,

ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον. καταχεῖσθαι

κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

ΧΟΡ.

δειπνήσειν μέλλομεν, ἢ τί ; ΠΕΙ. μά Δί', ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,

ὅ τι τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγώ,

οἵτινες ὄντες πρότερον βασιλῆς

ΧΟΡ.

ΠΕΙ.

ἡμεῖς βασιλῆς ; τίνος;

ὑμεῖς

πάντων ὁπόσ ̓ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ

[blocks in formation]

ΠΕΙ. ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ ̓ Αἴσωπον πεπάτηκας,

ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,

προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ αὐτῆς ἀποθνήσκειν

γῆν δ ̓ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον τὴν δ ̓ ἀποροῦσαν

475 ὑπ' ἀμηχανίας τὸν πατέρ ̓ αὑτῆς ἐν τῇ κεφαλῇ

κατορύξαι.

ΕΥ. ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῇσιν.

ΕΠ. οὔκουν δῆτε εἰ πρότεροι μὲν γῆς, πρότεροι δὲ θεῶν ἐγένοντο,

ὡς πρεσβυτάτων αὐτῶν ὄντων ὀρθῶς ἔσθ ̓ ἡ
βασιλεία ;

ΕΥ. νή τον Απόλλω πάνυ τοίνυν χρὴ
Ρύγχος βόσκειν σε τὸ λοιπόν

480 οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ

δρυκολάπτη.

ΠΕΙ. ὡς οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,

ἀλλ ̓ ὄρνιθες, καβασίλευον, πόλλ ̓ ἐστὶ τεκμήρια

τούτων.

αὐτίκα δ' ὑμῖν πρῶτ ̓ ἐπιδείξω τὸν ἀλεκτρυόν, ὡς ἐτυράννει

ἦρχέ τε Περσῶν πρῶτον πάντων, Δαρείου καὶ

Μεγαβάζου,

485 ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ ̓

ἐκείνης.

ΕΥ. διὰ ταῦτ ̓ ἄρ ̓ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει

ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

ΠΕΙ. οὕτω δ ̓ ἴσχυέ τε καὶ μέγας ἦν τότε καὶ πολὺς, ὥστ ̓ ἔτι καὶ νῦν

ὑπὸ τῆς ῥώμης τῆς τότ ̓ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,

490 ἀναπηδῶσιν πάντες ἐπ ̓ ἔργον, χαλκῆς, κεραμῆς,

σκυλοδέψαι,

σκυτῆς, βαλανῆς, ἀλφιταμοιβοί, τορνευτολυρασπιδοπηγοί.

οἱ δὲ βαδίζουσ ̓ ὑποδησάμενοι νύκτωρ.

ΕΥ.

ἐμὲ τοῦτό γ' ἐρώτα. χλαῖναν γὰρ ἀπώλεσ ̓ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.

ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

495 κἄρτι καθεύδον· καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους, οὗτος ἄρ ̓ ᾖσε,

κἀγὼ νομίσας ὄρθρον ἐχώρουν ̓Αλιμοῦντάδε, κἄρτι προκύπτω

ἔξω τείχους, καὶ λωποδύτης παίει ροπάλῳ με

τὸ νῶτον

κἀγὼ πίπτω, μέλλω τε βοᾶν· ὁ δ ̓ ἀπέβλισε θοιμάτιόν μου.

ΠΕΙ. ἰκτῖνος δ ̓ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευε.

« PreviousContinue »